Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/104

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
550 Λύδιά τε γύαλα,
καὶ δι᾿ ὁρῶν Κιλώκων
Παμφύλων τε [γένη] διορνυμένα
καὶ ποταμοὺς ἀενάους
καὶ βαθύπλουτον χθόνα καὶ
555 τὰν Ἀφροδίτας πολύπυρον αἷαν.

[στρ. γ.ἱκνεῖται δὴ σινουμένα βέλει
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον, ὄντ᾽ ἐπέρχεται
560 Τυφῶ μένος,
ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτί-
μοις ὀδύναις τε κεντροδα-
λήτισι θυιὰς Ἥρας.

[ἀντ. γ.565 βροτοὶ δ᾽, οἵ γᾶς τότ᾽ ἦσαν ἔννομοι,
χλωρῷ δείματι θυμὸν
πάλλοντ᾽ ὄψιν ἀήθη,
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
τὰν μὲν βοός,
570 τὰν δ᾽ αὖ γυναικός· τέρας δ᾽ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἱστροδόνητον Ἰώ;

[στρ. δ.δι᾽ αἰῶνος κρέων ἀπαύστου
575 Ζεὺς . . .
Διὸς δ᾽ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δ᾽ ἀπο-
στάζει πένθιμον αἰδῶ.

60