Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/102

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·
πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.

Χορος
[στρ. α.ἄναξ ἀνάκτων, μακάρων
525 μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦ τε καὶ γένει σῷ
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·
λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ
530 τὰν μελανόζυγ᾽ ἄταν.

[ἀντ. α.τὸ πρὸς γυναικῶν <δ᾽> ἐπιδὼν
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρον᾽ αἶνον,
535 γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·
Δῖαι τοι γένος εὐχόμεθ᾽ εἶναι
γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι.

[στρ. β.παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν
ματέρος ἀνθονόμους ἐπωπάς,
540 λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεθομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα
φῦλα, διχῇ δ᾽ ἀντίπορον
545 γαῖαν ἐν αἴσᾳ διατέμ-
νουσα πόρον κυματίαν ὁρίζει·

[ἀντ. β.ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας
μηλοβότου Φρυγίας διαμπάξ.
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,

58