Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/266

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.

[στρ. α.935 ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
βαρύδικος ποινά·
ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλασε δ᾽ ἐς τὸ πᾶν
940 ὁ πυθόχρηστος φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.

[ἐφυμν. α.ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων
ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
945 δυσοίμου τύχας.

[ἀντ. α.ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας
δολιόφρων ποινά·
ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
950 προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—
ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον.

[ἐφυμν. α.<ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων
ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
δυσοίμου τύχας.>

[στρ. β.τάπερ ὁ Λοξίας ὁ Παρνασσίας

252