Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/260

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
τὰ πυθόχρηστα, πιστὰ δ᾽ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.

Ορεστης
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905 καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός·
τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.

Κλυταιμηστρα
ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.

Ορεστης
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;

Κλυταιμηστρα
910 ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.

Ορεστης
καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.

Κλυταιμηστρα
οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;

Ορεστης
τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.

246