Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/258

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Κλυταιμηστρα
οἲ ᾽γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890 εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα·
ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.

Ορεστης
σὲ καὶ ματεύω· τῷδε δ᾽ ἀρκούντως ἔχει.

Κλυταιμηστρα
οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.

Ορεστης
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895 κείσῃ· θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.

Κλυταιμηστρα
ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.

Ορεστης
Πυλάδη τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;

Πυλαδης
900 ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα

244