Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
[στρ. γ.καὶ τότ᾽ ἤδη κλυτὸν
820 δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
οὐδὲ κρεκτὸν γοα-
τὰν νόμον μεθήσομεν.
“πόλει τάδ᾽ εὖ·
825 ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽· ἄ-
τα δ᾽ ἀποστατεῖ φίλων.”
820 δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
οὐδὲ κρεκτὸν γοα-
τὰν νόμον μεθήσομεν.
“πόλει τάδ᾽ εὖ·
825 ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽· ἄ-
τα δ᾽ ἀποστατεῖ φίλων.”
[ἐφ. γ.σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
ἐπαΰσας Πατρὸς αὐδὰν
θροούσᾳ [πρὸς σὲ] Τέκνον [πατρὸς αὐδὰν]
830 [καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν.
ἐπαΰσας Πατρὸς αὐδὰν
θροούσᾳ [πρὸς σὲ] Τέκνον [πατρὸς αὐδὰν]
830 [καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν.
[ἀντ. γ.Περσέως τ᾽ ἐν φρεσὶν
καρδίαν ἀνασχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοις,
τοῖς τ᾽ ἄνωθεν πρόπρασσων
835 χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν
φοινίαν ἄταν τίθει, τὸν αἴτιον δ᾽
ἐξαπολλύων μόρου.
καρδίαν ἀνασχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοις,
τοῖς τ᾽ ἄνωθεν πρόπρασσων
835 χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν
φοινίαν ἄταν τίθει, τὸν αἴτιον δ᾽
ἐξαπολλύων μόρου.
Αιγισθος
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840 ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840 ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
238