Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/250

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
[ἀντ. α.ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ-
795 νιν ζυγέντ᾽ ἐν ἅρμασιν
πημάτων. <σὺ δ᾽> ἐν δρόμῳ προστιθεὶς
μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
τοῦτ᾽ ἰδεῖν διὰ πέδον
ἀνομένων βημάτων ὄρεγμα;

[στρ. β.800 οἵ τ᾽ ἔσω δωμάτων
πλουτογαθῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
[ἄγετε] τῶν πάλαι πεπραγμένων
λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
805 γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι.

[ἐφ. β.τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας <φῶς>
λαμπρὸν ἰδεῖν φιλίοις
810 ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας.

[ἀντ. β.ξυλλάβοι δ᾽ ἐνδίκως
παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίαν θέλων·
815 [πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά].
ἄσκοπον δ᾽ ἔπος λέγων
νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,
καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.

236