Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Τροφος
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735 ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
740 κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745 ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην·
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750 ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
755 οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760 γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735 ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
740 κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745 ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην·
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750 ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
755 οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760 γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
230