Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/236

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
645 σέβας παρεκβάντος οὐ θεμιστῶς.

[ἀντ. δ.Δίκας δ᾽ ἐρείδεται πυθμήν·
προχαλκεύει δ᾽ Αἶσα φασγανουργός·
τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν
640 αἱμάτων παλαιτέρων τίνειν μύσος
χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.

Ορεστης
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
655 τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.

Οικετης
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;

Ορεστης
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660 τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται
σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον·

222