Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/234

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
χρυσοκμήτοισιν ὅρμοις
πιθήσασα δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
620 νοσφίσασ᾽ ἀπροβούλως
πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.
κιγχάνει δέ μιν Ἑρμῆς.

[στρ. γ.ἐπεὶ δ᾽ ἐπεμνασάμαν ἀμειλίχων
πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-
625 λευμ᾽ ἀπεύχετον δόμοις
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,
ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
630 γυναικείαν <τ᾽> ἄτολμον αἰχμάν.

[ἀντ. γ.κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-
πτυστον· ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
635 θεοστυγήτῳ δ᾽ ἄχει
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;

[στρ. δ.τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος
640 διανταίαν ὀξυπευκὲς οὐτᾷ
διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν

220