Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/230

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν·
“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
570 Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”
 εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,
575 πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
 νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580 ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.

Χορος
[στρ. α.585 πολλὰ μὲν γᾶ τρέφει
δεινὰ [καὶ] δειμάτων ἄχη,
πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι·
πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι
590 λαμπάδες πεδάοροι,

216