Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Ηλεκτρα
[ἀντ. η.445 λέγεις πατρῷον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν
ἄτιμος, οὐδὲν ἀξία·
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
450 τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου <◡ –>.
[ἀντ. η.445 λέγεις πατρῷον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν
ἄτιμος, οὐδὲν ἀξία·
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
450 τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου <◡ –>.
Χορος
[ἀντ. θ.δι᾽ ὤτων δὲ συν-
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
455 πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
[ἀντ. θ.δι᾽ ὤτων δὲ συν-
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
455 πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
Ηλεκτρα
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
202