Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/212

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Ορεστης
[στρ. ζ.405 πόποι δὴ νερτέρων τυραννίδες,
ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων
ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;

Χορος
[ἀντ. ε.410 πέπαλται δαὖτέ μοι φίλον κέαρ
τόνδε κλύουσαν οἶκτον
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
415 ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽
ἐλπὶς>, ἀπέστασεν ἄχος
προσφανεῖσά μοι καλῶς.

Ηλεκτρα
[ἀντ. ζ.τί δ᾽ ἂν φάντες τύχοιμεν ἢ τάπερ
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
420 πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.
λύκος γὰρ ὥστ᾽ ὠμόφρων
ἄσαντος ἐκ ματρός ἐστι θυμός.

Χορος
[στρ. η.ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
νόμοις ἰηλεμιστρίας,

198