Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/204

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Ορεστης
[στρ. α.315 ὦ πάτερ αἰνόπατερ, τί σοι
φάμενος ἢ τί ῥέξας
τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,
ἔνθα σ᾽ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοι-
320 ρον; χάριτες δ᾽ ὁμοίως
κέκληνται γόος εὐκλεὴς
προσθοδόμοις Ἀτρείδαις.

Χορος
[στρ. β.τέκνον, φρόνημα τοῦ
θανόντος οὐ δαμάζει
325 πυρὸς [ἡ] μαλερὰ γνάθος,
φαίνει δ᾽ ὕστερον ὀργάς·
ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
πατέρων τε καὶ τεκόντων
330 γόος ἔνδικος ματεύει
τὸ πᾶν ἀμφιλαφής ταραχθείς.

Ηλεκτρα
[ἀντ. α.κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει
πολυδάκρυτα πένθη.
δίπαις τοί σ᾽ ἐπιτύμβιος
335 θρῆνος ἀναστενάζει.
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ᾽ ὁμοίως.
τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;

190