Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/194

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Ορεστης
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.

Ηλεκτρα
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

Ορεστης
215 εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.

Ηλεκτρα
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;

Ορεστης
σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.

Ηλεκτρα
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;

Ορεστης
ὅδ᾽ εἰμί· μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.

Ηλεκτρα
220 ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;

Ορεστης
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.

180