Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/192

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Ηλεκτρα
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει·
185 ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
190 ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.
φεῦ.
195 εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,
ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,
ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
200 ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
 ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
205  καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς—
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
210 εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.

178