Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/188

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
AESCHYLUS
ὀτοτοτοτοτοτοτοῖ,
ἴτω τις δορυ-
160 σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,
Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽
ἐν ἔργῳ βέλη ᾽πιπάλλων Ἄρης
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.

Ηλεκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
165 νέου δὲ μύθου τοῦδε κοινωνήσατε·

Χορος
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.

Ηλεκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.

Χορος
τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;

Ηλεκτρα
170 εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.

Χορος
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.

Ηλεκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.

174