Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/184

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
Χορος
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα—

Ηλεκτρα
120 πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;

Χορος
ἁπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.

Ηλεκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

Χορος
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

Ηλεκτρα
124 κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
124a <ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125 τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
130 λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ
φίλον τ᾽ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

170