Μετάβαση στο περιεχόμενο

Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/178

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
AESCHYLUS
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη [βρύει],
65 τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.

[στρ. γ.δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς <δ᾽> ἄτα διαφέρει
70 τὸν αἴτιον παναρκέτας νόσου βρύειν.

[ἀντ. γ.θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
<προ>βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.

[ἐπῳδ.75 ἐμοὶ δ᾽—ἀνάγκαν γὰρ ἀμφίπτολιν
θεοὶ προσήνεγκαν· (ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν)—
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
80 βίᾳ φρενῶν αἰνέσαι
πικρὸν στύγος κρατούσῃ.
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.

Ηλεκτρα
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85 ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;

164