Σελίδα:A primavera - Idyllio.pdf/5

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα έχει εγκριθεί.
6
ΜΕΛΕΑΓΡΟΥ ΓΑΔΑΡΗΝΟΥ ΕΙΣ ΤΟ ΕΑΡ
ΕΙΔΥΛΛΙΟΝ.


Χειματος ηνεμοεντος απ αιθερος οιχομενοιο,
Πορφυρεη μειδησε φερανθεος ειαρος ωρη:
Γαια δε κυανεη χλοερην εςεψατο ποιην.
Και φυτα θηλησαντα νεοις εκομισσε πεταλοις.
Οιδ απαλην πινοντες αεξιφυτου δροσον ηους
Λειμωνες γελοωσιν ανοιγομενοιο ροδοιο.
Χαιρει και Συριγγι νομευς εν ορεσσι λιγαινων;
Και πολιοις εριφοις επιτερπεται αιπολος αιγων.
Ηδη δε πλωουσιν επ ευρεα κυματα Ναυται,
Πνοιηι απημαντοι Ζεφυρου λινα κολπωσαντες.
Ηδη δ ευαζουσι φερεςαφυλωι Διονυσωι,
Ανθει βοτυροεντος ερεψαμενοι τριχα κισσου.
Εργα δε τευχηεντα βοηγενεσσι μελισαις
Καλα μελη, και σιμβλωι εϕημεναι εργαζοντα:
Λευκα πολυτρηγοιο νεορρυτα καλλεα κηρου·
Παντηι δ ορνιθων γενεη λιγυφωνον αειδει;
Αλκυονες περι κυμα, χελιδονες αμφι μελαθρα,
Κυκνος δε επ οχισεσι ποταμου, και ιεπ Αλσος αηιδων,
Εκ δε φυτων χαιρεσι κομαι, και γαια τεθηλεν,
Συριξει δε νομευς, και τερπεται ευκομα μελα.
Και μελπει πετεηνα, και ωδινουσι μελισσαι,
Και Ναυται δε πλωουσιν, Διονυσιος δε χορευει,
Πως ου χρη και εν ειαρι καλον αεισαι;