Μετάβαση στο περιεχόμενο

Σελίδα:Νεοελληνική Φιλολογία.pdf/74

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
68
ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

Ἐν ἔτει 1472 ὁ ἐπίσκοπος τῆς Ὑόρκης ἐῤῥίφθη εἰς τὰ δεσμὰ, διαταγῇ Ἐδουάρδου Δ′· ὁ πάπας Σίξτος Δ′. γιγνώσκων τὴν ἐξιδιασμένην ἱκανότητα, καὶ στωμυλίαν τοῦ Ἑρμωνύμου, ἀπέστειλεν αὐτὸν εἰς Ἀγγλίαν ἵνα κατορθώσῃ τὴν ἀπελευθέρωσιν ἐκείνου [1] Κατὰ Ἰούνιον τοῦ 1476 ὁ Σπαρτιάτης ἐπανελθὼν ἐξ Ἀγγλίας ἐπορεύθη εἰς Ῥώμην, καὶ ἔλαβεν οὐχὶ ἀνάλογον τῶν κόπων του ἀμοιβήν· μετ’ ὀλίγον δὲ διὰ χρέος ἐῤῥίφθη εἰς τὰς φυλακάς. Ἀνδρόνικος ὁ Κάλλιστος γράφων πρὸς Γεώργιον Παλαιολόγον τὸν Δισύπατον [2], ἵνα μεσιτεύσῃ πρὸς ἀπελευθέρωσιν αὐτοῦ, ἐκτίθησιν οὕτω τὰ κατὰ τὴν φυλάκισίν του· «Γεώργιος Ἑρμώνυμος, ἀνὴρ εὔ ἔχων καὶ παιδείας καὶ ἀρετῆς, καὶ φίλος ἐμὸς καὶ σαυτοῦ τὰ μάλιστα, ἀφίκετο μὲν Ῥώμης πεμφθεῖς ὑπὸ μεγίστου ἀρχιερέως ἐπ’ ἐλευθερίᾳ τοῦ ἀρχιεπισκόπου τῆς Ὑόρκης, σπουδάσας δὲ πολλὰ καὶ κινδυνεύσας οὐ μικρὰ, καὶ κατωρθωκὼς πρᾶξιν τοιαύτην, οἵαν οὐδεὶς ἄλλος ἤλπισεν ἂν κατορθώσειν, καὶ ἐλευθερώσας τὸν ἀρχιεπίσκοπον, ἔτυχε μὲν δώρων ἱκανῶν παρὰ τοῦ ἀρχιεπισκόπου, οὐ μὴν ἀξίων τε τοιαύτης τε καὶ τοσαύτης πράξεως, καὶ τῶν κινδύνων οὕς ὑπέστη· τέλος δὲ καιροῦ προϊόντος κατηγορηθεῖς ὑπὸ τῶν ἐνταῦθα ἰταλικῶν ἐμπόρων διὰ τὸ πεπομφέναι γράμματα πρὸς σὲ τὸν Γεώργιον καὶ ἐξαγγεῖλαι τὰ ὑπ’ αὐτῶν πραττόμενα κατὰ σοῦ, καὶ ἅμα οἰομένων τῶν ἐμπόρων καὶ τὰς ἄλλας αὐτῶν πράξεις γράμμασι μηνύειν πρὸς σὲ τὸν Γεώργιον, ὥστε ῥᾳδίως ὑπὸ σοῦ κατ’ αὐτῶν συμπλέκεσθαι μηχανὰς καὶ ἐνέδρας, καὶ συλλαμβάνειν αὐτούς· ἐμβληθεὶς οὖν διὰ ταῦτα εἰς δεσμωτήριον ἐπί τιμήματι χιλίων λιτρῶν, καὶ καταναλώσας πάντα ὅσα τε παρὰ τοῦ ἀρχιεπισκόπου ἔλαβε καὶ ὅσα ἤνεγκεν ἐκ Ῥώμης, καὶ γενόμενος ὀφειλέτης χρυσίου πολλοῦ, μόλις ἐλευθερωθεὶς τοῦ δεσμωτηρίου, μὴ δυνάμενος ἀποδοῦναι τὸ χρέος, ἐμοῦ γενομένου ἐγγυητοῦ, ἔρχεται ἤδη πρὸς σὲ θαρρῶν εἰς


    ἐξ αὐτοῦ ἄλλοι παραλαβόντες ἀναφέρουσιν, ὅτι ὁ Τιφέρνας ἐχρημάτησε μαθητὴς Μανουὴλ Χρυσολωρᾶ, ὅστις τὸ αὐτὸ τῆς γεννήσεως τούτου ἔτος εἶχεν ἀποθάνει.

  1. Ἐν ἰδιογράφῳ κώδικι ἀναγινώσκεται ἡ σημείωσις· «Ἐτελειώθη τὸ παρὸν βιβλίον ποίησιν περιέχον Κοΐντου Καλαβροῦ ἐπιστρέψαντός μοὶ ἐξ Ἀλβιώνης τῆς Βρεττανικῆς νήσου ἐν πόλει τοῦ Παρισίου ἐν τῇ Γαλλίᾳ, χειρὶ Γεωργίου Ἑρμωνύμου τοῦ Σπαρτιάτου, πεμφθέντος ὑπὸ τοῦ μεγίστου ἀρχιερέως Σίξτου τετάρτου ἐπ’ ἐλευθερίᾳ τοῦ ἀρχιεπισκόπου τῆς Ὑόρκης, ἔτει ἀπὸ Χριστοῦ γεννήσεις αυοϛ΄. τρίτῃ φθίνοντος ἑκατομβαιῶνος μηνὸς κατὰ Ἀθηναίους, ὃν Ἰούνιον ῥωμαϊστὶ καλοῦσι».
  2. Στρατηγὸς Λουδοβίκου ΙΔ′. Βλέπε Ducange, Familiæ Byzantinæ, σελ. 256,