Σελίδα:Νεοελληνική Φιλολογία.pdf/25

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
19
ΔΕΚΑΤΟΣ ΠΕΜΠΤΟΣ ΑΙΩΝ.

τὴν συμφοράν;, φεῦ! ποῦ ἡ βασιλικὴ παράστασις, καὶ παράταξις; ποῦ ἡ τῶν παλατίων σύνταξις; ποῦ ὁ τοσοῦτος ἐσμὸς τῶν ἀρχόντων; ποῦ τὰ παιδευτήρια τῆς σοφίας; οἴμοι τῷ τάλανι! ποῦ ἡ πατριαρχικὴ διοίκησις; ποῦ ἡ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καλλονή; ποῦ ὁ τοιοῦτος καὶ τηλικοῦτος τοῦ ἀρχιερατικοῦ καὶ μοναχικοῦ τάγματος; κατεπόθησαν ὑπὸ τοῦ Μωάμεθ! Καὶ οὐκ ἐν τῇ βασιλευούσῃ καὶ μόνῃ τὰ κακὰ, ἀλλὰ καὶ εἰς τὰς μετ’ αὐτὴν ἔτι πλείω καὶ χείριστα. Ταῦτα δὲ πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν. Ὅταν δὲ πρὸς ταῦτα ἀποβλέψω ἡ ψυχή μου ταράττεται, καὶ ἰλιγγιᾷ μου τὸ πνεῦμα »[1].

Ὁ Σχολάριος ἀνεδείχθη εἷς τῶν σοφωτέρων καὶ πολυγραφοτέρων Ἑλλήνων τοῦ ΙΕʹ αἰῶνος. Τὰ ὑπὸ τοῦ χαλκεντέρου ἐκείνου ἀνδρὸς συγγραφέντα εἰσὶ τὰ ἑξῆς·

—Λόγοι—Εἰς τὴν Ἁγίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεταμόρφωσιν —Εἰς τὴν ἑορτὴν τῶν εἰσοδίων τῆς Θεοτόκου—Εἰς τὴν κατὰ σάρκα γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ—Ἐπὶ τῇ μεταστάσει τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου—Περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν, καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως—Ἐπὶ τῇ παραβολῇ τοῦ Τελώνου καὶ Φαρισαίου—Ἐπὶ τῇ παραβολῇ τοῦ Ἀσώτου καὶ περὶ μετανοίας—Ὁμιλία ῥηθεῖσα τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, ἐν τῷ Παλατίῳ—Θεωρία περὶ τῶν ἐν τῇ Εὐαγγελικῇ παραβολῇ ταλάντων—Ὁμιλίαι σχεδιασθεῖσαι ἵνα μετὰ τὰς ἀπὸ στόματος γενησομένας ὁμιλίας τῷ λαῷ ἀναγινώσκωνται αὐταὶ ἐν ταῖς ἐκκλησίαις καθ’ ἑκάστην κυριακήν—Περὶ διαφορᾶς τῶν συγγνωστῶν καὶ θανασίμων ἁμαρτημάτων—Περὶ τοῦ μὴ γίνεσθαι νῦν θαύματα ὡς πρότερον—Τῷ βασιλεῖ Κωνσταντίνῳ ἐπὶ τῇ κοιμήσει τῆς ἀοιδίμου δεσποίνης τῆς αὑτοῦ μητρὸς παραμυθητικός—Ἐπιτάφιος Θεοδώρου δεσπότου—Μονῳδία ἐπικήδειος ἐπὶ τῷ μακαριωτάτῳ πατρὶ καὶ διδασκάλῳ Κυρίῳ Μάρκῳ Ἐφέσου, κατὰ κόσμον Εὐγενικοῦ—Ἐπιτάφιος τῷ μακαρίῳ Θεοδώρῳ τῷ Σοφιανῷ, ἐν τῇ ἱερᾷ μονῇ Βατοπαιδίου ταφέντι—Ὅτε ἀνεχωρήθη τοῦ παλατίου καὶ τῆς μονῆς τοῦ Παντοκράτορος, ἐν ᾗ, πρῶτον ᾤκει κοσμικὸς, καὶ ἀπῆλθεν εἰς τὸ τοῦ Χαρδιανήτου κοινόβιον, καὶ ἡτοιμάζετο πρὸς τὸ μοναχικὸν σχῆμα—Ἐπὶ τὴν δι’ ἐγκατάλειψιν Θεοῦ ματαίαν καὶ ἄλογον καὶ ἀσύνδετον καινοτομίαν τῆς πίστεως—Θρηνητικός—Συμβουλευτικὸς ὃν ἀνέγνω ἐν τῷ Παντοκράτορι ἐνώπιον τοῦ αὐτοκράτορος καὶ ὅλης τῆς πόλεως, περὶ ἱλεώσεως τοῦ θείου καὶ τῆς οἴκοθεν παρασκευῆς—Λόγος πρὸς τὸν αὐτοκράτορα—Λόγοι ἐν τῇ Φλωρεντινῇ συνόδῳ—Μονῳδία ἐπὶ τῇ ὑπὸ Τούρκων ἁλώσει—καὶ ἕτεροι τρεῖς ἀνεπίγραφοι.
—Γενναδίου μοναχοῦ καὶ πατριάρχου τῶν τοῦ Χριστοῦ πενήτων, περὶ τῆς μόνης ὁδοῦ πρὸς τὴν σωτηρίαν τῶν ἀνθρώπων· ἐξεδόθη δὲ τῷ Σουλτάνῳ αἰτή-


  1. Crusii, Turcogræcia, σελ. 100.