Σελίδα:Νεοελληνική Φιλολογία.pdf/14

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
8
ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

ἀνθρώπινην μόνος συνείληφε, καὶ πάνθ’ ὅσα πάντες ᾔδεσαν ἐν τῷ μέρει συνειλοχὼς ὑπὲρ πάντας, ἔργον τι θεῖον καὶ τελεώτατον καὶ τῆς ἀπείρου τοῦ Θεοῦ σοφίας ἄξιον ἑαυτὸν ἀποδέδειχεν».

Καὶ οὕτω μὲν βαρυπενθῶν μαθητὴς ἔκλαυσε πολυθρύλλητον καὶ ἀξιάγαστον διδάσκαλον. Βησσαρίων δὲ ὁ καρδινάλιος, ἀνὴρ μετριόφρων καὶ ἐν ἐπαίνοις καὶ ἐν ψόγοις, γράφει ταῦτα περὶ τοῦ πάλαι ποτὲ διδασκάλου του· «Ἐγὼ μὲν οὖν χαίρω τοιούτῳ ὡμιληκὼς ἀνδρὶ, οὐ μετὰ Πλάτωνα (ἐξῃρήσθω δὲ λόγου Ἀριστοτέλης) σοφώτερον οὐκ ἔφυσεν ἡ Ἑλλάς. Ὥστ’ εἴ τις τοὺς περὶ τῆς ἀπείρου τῶν γε ψυχῶν ἀνόδου τε καὶ καθόδου Πυθαγορείων καὶ Πλάτωνος ἀπεδέχετο λόγους, οὐκ ἂν ἀποκνήσω καὶ τοῦτο προσθεῖναι, ὡς ἄρα Πλάτωνος τὴν ψυχὴν, τοῖς τῆς εἰμαρμένης ἀῤῥήκτοις θεσμοῖς δεῆσαν δουλεῦσαι καὶ τὴν ἀναγκαίαν ἀποδοῦναι περίοδον, ἐπὶ γῆς κατιοῦσαν τὸ Γεμιστοῦ σκῆνος καὶ τὸν ἐκείνου βίον ἑλέσθαι... «Μέγα κλέος Ἑλλάδι πάσῃ γέγονεν ἐκεῖνος ἀνὴρ, μέγας αὐτῇ κόσμος εἰς τὸν ἔπειτα χρόνον ἐσεῖται. Τούτου κλέος οὔ ποτ’ ὀλεῖται, ἀλλὰ οἱ τὸ ὄνομα καὶ ἡ φήμη μετ’ εὐκλείας ἀϊδίου εἰς τὸν ἐσαεὶ παραπεμφθήσεται χρόνον»[1].

Ὁ αὐτὸς δὲ πρὸς Νικόλαον τὸν Σεκουνδινὸν λέγει καὶ ταῦτα περὶ τοῦ Πλήθωνος· «Ἀνὴρ ἐκεῖνος φιλοσοφίας τῳόντι καὶ παντοδαπῆς σοφίας εἰκὼν γέγονεν, οὐ τοῖς ἐν λόγοις μόνον, καὶ ὅση περὶ τὴν τῶν ἄστρων φορὰν, καὶ περὶ ἁρμονικοὺς λόγους τάς τε γεωμετρικὰς ἀναλογίας καὶ ἀριθμητικὰς μεσότητας καταγίνεται, οὐδ’ ὅση μόνον Πλατωνική, τε καὶ τῶν τὰ θεῖα ἐρευνησαμένων ἐκείνων ἀνδρῶν, ὅση τε περὶ τὴν τῶν φυσικῶν ἔρευναν καὶ τὰς τούτων αἰτίας τε καὶ ἀρχὰς τὴν πραγματείαν ποιεῖται, ἃ πάντα ὡς οὐδεὶς οὐδὲ ἓν, ἐξήσκησεν ἀκριβέστατα· ἀλλὰ καὶ ὅση περὶ πρᾶξιν σχολάζουσα, τὰ ἤθη καὶ τοὺς τρόπους ἑκάστου κοσμεῖ· ᾗ οὕτω τὸν ἴδιον ἐλάμπρυνε βίον, ὡς μηδὲ πρὸς αὐτὸν Διογένην καὶ τοὺς ὁμοίους, μηδὲ τοὺς Στωϊκοὺς ἐκείνους εἶναι. Τὴν γὰρ σεμνότητα καὶ τὸ κόσμιον, καὶ τὸ αὔταρκες αὐτῶν ἀσπασάμενος, τὴν ἀλαζονείαν τε καὶ οἴησιν, καὶ ἐπίδειξιν αὐτῶν ἐπαύσατο. Δι’ ἃ πάντα τοῦτον αὐτὸν τεθαύμακα ὅσον, εἰρήσθω γὰρ τὸ ἀληθὲς, οὐδέπω οὐδένα ὧν ἐς δεῦρο εἶδόν τε καὶ ὡμίληκα. Οὔτε γὰρ ὃς περὶ ἐλάττονος ἐποιεῖτο τὰ παρόντα πάντα, οὔθ’ ὃς μᾶλλον, τῆς σοφιστικῆς ἀπεχόμενος ἀδολεσχίας καὶ πάγης, τῆς περὶ τὰ ἐν φιλο-


  1. Ἐπιστολὴ πρὸς τοὺς παῖδας Γεμιστοῦ Δημήτριον καὶ Ἀνδρόνικον.