Σελίδα:Νεοελληνική Φιλολογία.pdf/13

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
7
ΔΕΚΑΤΟΣ ΠΕΜΠΤΟΣ ΑΙΩΝ.

Ἐν τῇ πρώτῃ ἀνακράζει μεθ’ ὑπερβάλλοντος στόμφου· «Οἴχεται νῦν τὸ κοινὴν φιλοτίμημα, τὸ πολυτίμητον καὶ πολύζηλον τῆς φύσεως ἄγαλμα, ἡ μεγίστη καὶ θαυμασία τοῦ γένους φιλοτιμία· ὢ φρικτῆς ἐκείνης ἡμέρας, ἣ τοσοῦτον ἐπεῖδε δεινόν! Ποῦ νῦν τὸ τῆς ὅντως σοφίας ἄπειρον πέλαγος; Ποῦ κάλλος, καὶ μέγεθος, καὶ ἡ ὑπὲρ ἄνθρωπον τῶν λόγων ἰσχὺς καὶ λαμπρότης; Σεσύληται νῦν ὁ κοινὸς θησαυρός. Ἔσβεσται λόγων δύναμις. Οἴχεται, φεῦ, ἐξ ἡμῶν τὸ πάντων τῶν καλῶν κάλλιστον, ἡ λαμπρὰ τοῦ γένους εὐδαιμονία, ὁ τῆς ὑψηλῆς σοφίας καθηγεμὼν, ὁ τῶν λόγων πατὴρ, ἡ τῶν ἀρετῶν κωρωνὶς, τὸ κοινὸν ἁπάντων ἐντρύφημά τε καὶ καύχημα, ὁ τῶν ἀποῤῥήτων καὶ θείων μυσταγωγός. Τῷ γὰρ ὄντι θείας οὗτος ἐπὶ γῆς ἔλαχε μοίρας τῷ πάντα εἰδέναι· κἄν τις καὶ τῆς προσηγορίας ἐκείνης αὐτὸν ἀξιώσειεν, οὐκ ἂν οἶμαι τοῦ προσήκοντος ἀποπέσειεν. Ὅσα τε γὰρ ἐκεῖθεν παρήχθη θεῖά τε καὶ ἀνθρώπινα, καὶ ὅσα εἰς βουλὴν, καὶ ὅσα εἰς πρᾶξιν ἥκειν, ὅσα τε ἐν στρατιωτικοῖς, καὶ ὅσα ἐν πολιτικοῖς, φυσικοῖς τε καὶ πρακτικοῖς οὐδέν αὐτὸς ἠγνόει· πάντα δὲ ᾔδει, πάντα διηρευνήσατο, καὶ τοὺς ἁπάντων λόγους ἐπίστατο· καὶ οὐδὲν οὕτως ἀπόῤῥητον, ὡς μὴ σαφὲς παραχρῆμα τῷδε γενέσθαι, εἰς νοῦν τινος ὅλως ἐλθόν. Τούτου τὴν σοφίαν Ἕλληνες ὁμοῦ τε καὶ βάρβαροι διὰ θαύματος ἦγον, οὐ καθένα τε καὶ δύο καὶ πλείους, ἀλλ’ ἡλικία πᾶσα, καὶ πόλις, καὶ γένος, καὶ φύσις. Τούτων δὲ μάλιστα οἱ πρὸς ἑσπέραν οἰκοῦντες, καὶ τῆς τοῦ ἀνδρὸς σοφίας ἱκανῶς παραθέντες». Καὶ ἐν τῷ δευτέρῳ ἀνακράζει. «Ἔδυ, φεῦ, ὁ διαφανώτατος καὶ λαμπρότατος τῆς οἰκουμένης ἀστὴρ, ὁ πρότερον μὲν τῷ οἰκείῳ κάλλει κοσμῶν τὴν ὑφ’ ἥλιον πᾶσαν, νῦν δ’ ἀκοσμίαν πᾶσαν καὶ σκότος βαθὺ τῇ δύσει καταχεάμενος... Νῦν, οἴμοι, σιγῶσα κεῖται ἡ σάλπιγξ ἡ ἔνθεος, ἡ καλλικέλαδος χελιδὼν, ἡ τῶν χαρίτων ἑστία, ἡ φιλοτιμία τῆς φύσεως, ἡ θεσπεσία φύσις καὶ λαμπροτάτη, ὁ τῶν δυστυχεστάτων Ἑλλήνων διαφανώτατος καὶ λαμπρότατος κόσμος, μᾶλλον δὲ τοῦ τῶν ἀνθρώπων γένους κοινῇ, ἡ θαυμασία τοῦ Θεοῦ πρὸς ἀνθρώπους εὐεργεσία, ὁ τῶν ἱερῶν ψυχῶν φωτισμὸς, ὁ πᾶσαν μὲν γνῶσιν, πᾶσαν δὲ σοφίαν, πᾶσαν δὲ ἐπιστήμην ὑπερφυῶς διελθὼν, καὶ διὰ τοῦτο κανὼν καὶ τύπος καὶ στάθμη πᾶσιν ἀναδειχθεὶς τῶν καλῶν καὶ τιμίων ἁπάντων, μᾶλλον δὲ ὅσην ὑπ’ ἀγαθότητος ἡ τοῦ Θεοῦ σοφία πεποίηκεν ἢ παρήγαγε κτίσιν, νοητήν τε καὶ αἰσθητὴν, ταύτην ὁ μέγας οὗτος ἐξητακὼς πᾶσαν μὲν μετὰ Θεοῦ καὶ ἀναλαβὼν, ἐπιστήμην θείαν καὶ