Μετάβαση στο περιεχόμενο

Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/475

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΟΘΩΝΟΣ
475

Ἅπαντες, ἀγαπητὰ τέκνα, σπουδάσατε ἐν πνεύματι ἀληθείας, ἐν ζήλῳ ἀνυποκρίτῳ, ἀλλήλους ἀγαπῶντες, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, φανῆναι ἄξιοι υἱοὶ τῆς ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας. Ταύτας ἡμῶν, ἀγαπητοί, τὰς ὑποθήκας τε καὶ παραγγελίας ἐξ ἱερωτάτου καθήκοντος μετὰ πατρικῆς στοργῆς καὶ πόθου ζέοντος πρὸς τὸν τῆς ὀρθοδόξου Ἑλλάδος κλῆρόν τε καὶ λαὸν ἀπευθύνοντες, ἐλπίζομεν εὑρήσειν τὰς εὐσεβεῖς ἡμῶν καρδίας ἀνεῳγμένας πρὸς ὑποδοχὴν καὶ πιστὴν διακατοχὴν καὶ ἐκπλήρωσιν.

Ἐπὶ πᾶσι, χεῖρας αἴροντες καὶ ὄμματα καὶ διανοίας πρὸς τὸν ἐπουράνιον Πατέρα τῶν οἰκτιρμῶν καὶ τοῦ ἐλέους, καὶ ἀφθόνους ἐπικαλουμένοι ἐφ’ ὑμᾶς ἐκ τῆς ἀνεξαντλήτου καὶ ἀκενώτου αὐτοῦ ἀγαθότητος τὰς σωτηριώδεις δωρεᾶς τε καὶ χάριτας, εὐλογοῦμεν πατρικῶς ἐξ ὅλης ψυχῆς καὶ καρδίας ἁπαξάπαντας τοὺς ἐν τῷ θεοφρουρήτω Βασιλείῳ τῆς Ἑλλάδος ἀδελφοὺς καὶ υἱοὺς ἡμῶν ἐν Κυρίῳ, ἱερωμένους καὶ λαϊκούς, μοναστὰς καὶ μιγάδας, ἄρχοντας καὶ ἰδιώτας, πλουσίους καὶ πένητας, ἄνδρας τε καὶ γυναίκας, γονεῖς τε καὶ τέκνα, διδάσκοντας καὶ διδασκομένους, πολιτευομένους καὶ στρατευομένους, τοὺς ἐν πόλεσι, τοὺς ἐν ἀγροῖς, τοὺς ἐν νήσοις, τοὺς ἐν πελάγει, πᾶσαν τάξιν καὶ πᾶσαν ἡλικίαν χριστιανῶν ὀρθοδόξων, καὶ πᾶσι παρὰ Θεοῦ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν εἰς γενεᾶς γενεῶν πᾶν ἀγαθὸν καὶ σωτήριον ἐπευχόμεθα.

Κύριος ὁ Θεὸς χαρίζοιτο ὑμῖν ὑγιείαν, εὐημερίαν, ὁμόνοιαν, φωτισμὸν γνώσεως καὶ εὐσεβείας, καὶ ἐπίδοσιν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ ψυχοσωτήριον, ἵνα καὶ ἡμεῖς ἀγαλλόμενοι ἐφ’ ὑμῖν, δοξάζωμεν τὸν Θεὸν τῶν πατέρων ἡμῶν. Ὁ ἄνωθεν φωτισμὸς τοῦ μεγάλου Πατρὸς τῶν φώτων τοῦ Θεοῦ, καὶ ἡ χάρις τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ κοινωνία καὶ ἐπίνοια τοῦ ὁμοουσίου καὶ συναϊδίου Πατρὶ καὶ Υἱῷ Πνεύματος, σὺν τῇ παρ’ ἡμῶν εὐχῇ καὶ εὐλογίᾳ εἴη μετὰ πάντων ὑμῶν. Ἀμήν.

† Ὁ Κωνσταντινουπόλεως ἐν Χριστῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης

† Ὁ Καισαρείας Παΐσιος ἐν Χριστῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.