Μετάβαση στο περιεχόμενο

Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/474

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
474
ΙΣΤΟΡΙΑ

χρέος ὑπομιμνήσκομεν τὸ τοῦ Ἀποστόλου: «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τὼ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἴδα τοῦτο ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν· διὸ γρηγορεῖτε.» (Πράξ. Κ′.)

Ὑμεῖς δὲ πάντες, εὐλογημένοι χριστιανοί, ἔθνος ἅγιον, βασίλειον ἰεράτευμα, προσφιλέστατον μέλημα τῶν πνευματικῶν ὠδίνων τῆς ἁγίας μητρὸς Ἐκκλησίας, στήκετε ἑδραῖοι καὶ στερεοί, καὶ ἀκράδαντοι ἐπὶ τὴν πέτραν τῆς πίστεως, τὴν εὐπαγῆ καὶ ἀσάλευτον, διατηροῦντες ὡς κόρην ὀφθαλμοῦ τὴν ὀρθόδοξον ὁμολογίαν, ἣν ἄνωθεν παρὰ τῶν Πατέρων ἐδέξασθε, καὶ μετὰ τοῦ μητρῴου γάλακτος ἐθηλάσατε, ἐν ᾧ καὶ ἠυξήθητε καὶ ἐδοξάσθητε, δι’ ἧς καὶ τὴν σωτηρίαν ἐλπίζετε.

Ἰδίᾳ δὲ οἱ ἐν ἀξιώμασι καὶ ὑπεροχαῖς τὴν ἀκήσατον τῆς πίστεως περιέποντες κιβωτόν, τὴν μητέρα ὑμῶν ἐκκλησίαν, «ἄχραντον αὐτὴν καὶ ἄθικτον ἀπὸ τῆς τοῦ ἐφημέρου κόσμου διαφυλάττετε προσπαθείας, τὸν βασιλέα τοῦ σύμπαντος εὐλαβούμενοι· οἱ νομοθέται, τὸν θεόσδοτον νόμον γεραίροντες, θεαρέστους ἐν τῇ καθ’ ὑμᾶς πολιτείᾳ τοὺς νόμους θεσπίζετε· οἱ δικασταί, πρὸς τὸν ἀνέσπερον τῆς δικαιοσύνης ἐνατενίζοντες ἥλιον, ἀδεκάστους καὶ κατὰ Θεὸν τὰς κρίσεις ἐκφέρετε· οἱ ἐκ τοῦ ἱεροῦ κλήρου μὴ ταῖς τύρβαις τοῦ βίου ἐμπλέκεσθε, μηδὲ πολιτικοῖς ἀναμίγνυσθε πράγμασι, καὶ μηδὲν παρὰ τὰ διατεταγμένα ὑμῶν πράσσητε, ἵνα τῷ στρατολογήσαντι ὑμᾶς Χριστῷ τῷ Θεῷ ἀρέσητε· οἱ γονεῖς ἀνατρέφετε τὰ τέκνα ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, ἀρετῆς γινόμενοι τούτοις καὶ εὐσεβείας ὑπόδειγμα, καθὰ πρέπει τοῖς εὐσεβέσι καὶ ὀρθοδόξοις χριστιανοῖς· οἱ καθηγηταὶ καὶ διδάσκαλοι ἀντέχεσθε τῆς ὑγιαινούσης διδασκαλίας, ἀποστρεφόμενοι τὰς βεβήλους καινοφωνίας καὶ ἑτεροδιδασκαλίας, καὶ ψωμίζοντες τὴν περὶ ὑμᾶς ἀπειρόκακον νεολαίαν τὸν ἐπιούσιον ἄρτον τῆς ἀληθοῦς καὶ ζωτικῆς γνώσεως, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου.