Μετάβαση στο περιεχόμενο

Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/473

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΟΘΩΝΟΣ
473

Καὶ δὴ γράφοντες διὰ τοῦ παρόντος εὐχετικοῦ ἡμῶν ἐκκλησιαστικοῦ καὶ συνοδικοῦ γράμματος, ἐντελλόμεθα καὶ παραγγέλομεν πᾶσιν ὑμῖν. ἵνα τοῦ λοιποῦ τὴν κατὰ τὸν ἡμέτερον συνοδικὸν Τόμον καθεστηκυῖαν ἱερὰν Σύνοδον τῆς ἐκκλησίας τῆς Ἑλλάδος ἁπαξάπαντες, ἀναγνωρίζητε ἀνωτάτην ἐκκλησιαστικὴν ἀρχήν, περιβεβλημένην ἅπαντα τὰ δικαιώματα ἐπὶ τῶν ἐν Ἑλλάδι ἐκκλησιῶν ὅσα περ ἐκέκτητο πρότερον ὁ καθ’ ἡμᾶς ἀποστολικὸς πατριαρχικός. οἰκουμενικὸς θρόνος, καὶ ταύτης ταῖς διαταγαῖς τε καὶ ἀποφάσεσι καὶ συνοδικαῖς πράξεσι πειθαρχῆτε καὶ ὑπείκητε εἰλικρινῶς καὶ εὐσυνειδήτως, ὡς ἀπὸ νομίμου καὶ κανονικῆς ἐκκλησιαστικῆς ἀρχῆς ἐν ἁγίῳ Πνεύματι ἐκδιδομέναις, καὶ τὰς ὑπ’ αὐτῆς γενησομένας χειροτονίας τῶν ἀρχιερέων, ἐξ ὧν καὶ ἡ τῶν ἄλλων σεπτῶν τοῦ Χριστοῦ μυστηρίων τελετουργία ἐξήρτηται, κυρίας τε κατέχητε καὶ ἱεράς, ὡς κεχορηγημένης πρὸς τούτους δὲ παντὸς τῆς κανονικῆς ἀδείας παρὰ τοῦ Πατριάρχου τῆς Κωνσταντινουπόλεως.

Αὐτὴν δὲ τὴν ἱερὰν Σύνοδον καὶ τὸν ταύτης πανιερώτατον πρόεδρον νουθετοῦμεν, παραινοῦμεν, καὶ παραγγέλομεν διαφυλάττειν καὶ τηρεῖν ἀνόθευτον καὶ ἀπαραχάρακτον εἰς αἰῶνα τὸν ἅπαντα τὴν ἱερὰν τῆς ὀρθοδόξου πίστεως παρακαταθήκην, ἧς τὴν ἀνωτάτην ἐν τῷ ἰδίῳ κλίματι ἐκκλησιαστικὴν οἰκονομίαν, διεξαγωγὴν καὶ διεκδίκησιν, ἡ Μεγάλη τοῦ Χριστοῦ Ἐκκλησία διὰ τῆς συνοδικῆς πράξεως αὐτῇ ἐνεπίστευσε· σπουδάζουσαν δὲ τηρεῖν πρός τε ἡμᾶς καὶ πρὸς πάσας τὰς ὀρθοδόξους ἐκκλησίας τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, διέπειν καὶ διοικεῖν, καὶ κανονίζειν τὰ τῆς ἐκκλησίας συμφώνως τοῖς θείοις κανόσι τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἱερῶν οἰκουμενικῶν καὶ τοπικῶν συνόδων, καὶ ταῖς ἱεραῖς παραδόσεσι καὶ τοὶς πατροπαραδότοις ἐθίμοις, καὶ διατάξεσι καὶ διατυπώσεσι τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, καὶ μηδεμίαν ἐπιτρέπειν καινοτομίαν, ἢ παραλλαγὴν ἢ κατάργησιν, ἐν βάρει ἀρχιερατικῆς συνειδήσεως, ὡς λόγον ἀποδώσουσαν πρὸ τοῦ ἀδεκάστου βήματος ἐν τῇ φρικτῇ τοῦ Χριστοῦ δευτέρᾳ παρουσίᾳ.

Αὐτήν τε ταύτην τὴν ἱερὰν Σύνοδον, καὶ πάντας ἁπλῶς τοὺς ἐν τῷ θεοστηρίκτῳ Κράτει τῆς Ἑλλάδος ἁγίους ἀρχιερεῖς κατὰ