ὑμᾶς τὰ πνευματικὰ καὶ λίαν ἀγαπητὰ ἡμῶν τέκνα, ὅσοι τὸ θεοφρούρητον τῆς Ἑλλάδος οἰκεῖτε Βασίλειον, ἀπόντες μὲν τοῖς σώμασι, παρόντες δὲ ταῖς ψυχαῖς, πρῶτον μὲν τὸν ἐν Πνεύματι ἀπονέμομεν ὑμῖν ἀσπασμόν, ἀσπαζόμενοι ὑμᾶς ἐν φιλήματι ἁγίῳ. Εἶτα δὲ αὐτὴν ταύτην τὴν τῶν ἐν Ἑλλάδι ὀρθοδόξων ἐκκλησιῶν γενομένην τε καὶ καθορισθεῖσαν κανονικὴν ἀποκατάστασιν καὶ οἰκονομίαν ὑπερήδιστα πᾶσιν ὑμῖν εὐαγγελιζόμεθα· ὅτι, τῆς ἐκκλησιαστικῆς ἡμῶν αἰτήσεως ἐπισήμως εἰς τὴν καθ’ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν διακοινωθείσης, σύνοδον ἱερὰν καὶ μεγάλην ἐν τῷ τοῦ οἰκουμενικοῦ θρόνου πατριαρχείῳ ἐπὶ τούτῳ προθύμως· συγκροτήσαντες, καὶ κοινῇ γνώμῃ καὶ ὁμοφώνῳ ἀποφάσει τὴν ἁγίαν καὶ ὀρθόδοξον ἐκκλησίαν τοῦ Βασιλείου τῆς Ἑλλάδος εἰς αὐτοκέφαλον προβιβάσαντες, καὶ Σύνοδον διαρκῆ, διοικοῦσαν τὸ τῆς ἐκκλησίας ἐλευθέρως τε καὶ ἀνεξαρτήτως ἀπὸ πάσης ἐξωτερικῆς ἐπεμβάσεως κανονικῶς ἐγκαταστήσαντες, καὶ ταύτην ἀδελφὴν ἡμῶν τε, καὶ πασῶν τῶν ὀρθοδόξων τοῦ Θεοῦ ἐκκλησιῶν ἀναγνωρίσαντές τε καὶ ἀνακηρύξαντες. Τόμον ἐπὶ τούτοις συνοδικὸν τῇ δυνάμει καὶ ἐξουσίᾳ τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος ἐξεδώκαμεν, ὃν καὶ εὐχαῖς ταῖς πρὸς τὸν θεὸν καὶ ὕμνοις καὶ δοξολογίαις καθιερώσαντες, ὑμῖν τε αὐτοῖς καὶ πάσαις ταῖς ὑπ’ οὐρανὸν ὀρθοδόξοις τοῦ θεοῦ ἐκκλησίαις εἰς ἔνδειξιν διηνεκῆ καὶ παράστασιν μόνιμον ἀπεστάλκαμεν.
Τούτων δὲ οὕτω κατ’ εὐχὴν γενομένων τε καὶ καθορισθέντων «συνῳδὰ τοὶς θείοις καὶ ἱεροῖς κανόσι τῶν πνευματεμφόρων καὶ θεοκηρύκων ἀποστόλων καὶ τῶν πανσέπτων καὶ θεοπνεύστων ἁγίων οἰκουμενικῶν συνόδων,» χρέος ἱερὸν καὶ ἀπαραίτητον ἔγνωμεν, κατὰ τὴν ἡμετέραν πατριαρχικὴν καὶ συνοδικὴν ἐνοχήν, ἵνα καὶ ἰδίᾳ ὑμῖν τε τοῖς ἱερωτάτοις μητροπολίταις καὶ ἀρχιεπισκόποις καὶ ἐπισκόποις, τοῖς ἐν ἁγίῳ Πνεύματι ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς καὶ συλλειτουργοῖς, καὶ πᾶσιν ἁπλῶς τοῖς εὐσεβέσι καὶ ὀρθοδόξοις χριστιανοῖς, τοῖς τὸ θεοφρούρητον τῆς Ἑλλάδος οἰκοῦσι Βασίλειον, τέκνοις ἐν Κυρίῳ ἡμῶν ἀγαπητοῖς καὶ περιποθήτοις τὰς πατρικὰς ἡμῶν καὶ πνευματικὰς ἀπευθύνομεν ὑποθήκας καὶ παραινέσεις, ἃς καὶ κρατεῖν εἰς τὸν ἅπαντα χρόνον ἀξιοῦμέν τε καὶ παρεγγυῶμεν.