Μετάβαση στο περιεχόμενο

Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/471

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΟΘΩΝΟΣ
471

λόγου καὶ κλήρου ἐστέ, ἱερώτατοι μητροπολῖται, ἀρχιεπίσκοποι καὶ ἐπίσκοποι, ἐν ἁγίῳ Πνεύματι ἀγαπητοὶ ἡμῶν ἀδελφοὶ καὶ συλλειτουργοί, εὐλαβέστατοι ἱερεῖς, ὀσιώτατοι ἱερομόναχοι καὶ διάκονοι, καθηγουμενοί τε καὶ προηγούμενοι τῶν εὐαγῶν μοναστηρίων, καὶ ὅσοι τῆς τῶν λαϊκῶν τυχγάνετε τάξεως, ἄρχοντές τε ὁμοῦ καὶ ἀρχόμενοι, μέλη τίμια τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, καὶ τέκνα ἡμῶν ἐν Κυρίῳ ἀγαπητὰ καὶ περιπόθητα, χάρις εἴη ὑμῖν ἀπὸ Θεοῦ, καὶ εἰρήνη καὶ ἔλεος· παρ’ ἡμῶν δὲ εὐχή, εὐλογία καὶ συγχώρησις.

Καὶ τοῦτο ἄρα τῆς ᾀειζώου καὶ ἀεννάου χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος, τῆς ἐνοικούσης διηνεκῶς ἐν τοῖς ἀχράντοις καὶ ἀκηράτοις περιβόλοις τῆς καθολικῆς καὶ ὀρθοδόξου τοῦ Χριστοῦ ἐκκλησίας, ἀδελφοὶ ἡμῶν ἐν ἁγίῳ Πνεύματι, καὶ τέκνα ἀγαπητά. Περιαιρεῖται γάρ, ἰδού, τὸ μεσότοιχον τοῦ φραγμοῦ, ὃν ἡ πολύτροπος τῶν πραγμάτων φορὰ δυσυπέρβατον ἔστησε μεταξὺ φιλοστόργου μητρός, τῆς ἁγίας καὶ Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ τέκνων φιλομητόρων, τῶν εὐσεβῶν καὶ φιλοθέων χριστιανῶν τῆς ὀρθοδοξούσης γῆς τῆς Ἑλλάδος, καὶ τὰ δεσμὰ τῆς σιγῆς διαρρήγνυνται, πολὺν τὸν μεταξὺ χρόνον τὰς ἑκατέρων γλώσσας πεδήσαντα, καὶ τὸ τῆς ἀμοιβαίας ἀγάπης αἴσθημα ἀνέκφορον συμπνίγοντα, καὶ ἀπρόϊτον ἐν τοῖς λάρυγξι. Καὶ πάρεστιν τοίνυν ἀκοῦσαι φωνῆς μητρικῆς, καὶ φωνῆς ἀντακοῦσαι ἀδελφικῆς, καὶ προσειπεῖν, καὶ προσφθέγξασθαι ἀσπασμόν, καὶ εὐφρανθῆναι αὐθίς, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσεν ἡμᾶς ὁ Ὕψιστος, ἐτῶν, ὧν εἴδομεν κακά. Τοσοῦτον ἀγαπητοί, καὶ τηλικοῦτον τῆς περὶ ἡμᾶς τοῦ θεοῦ οἰκονομίας καὶ εὐσπλαγχνίας τὸ μέγεθος, καὶ τοιαύτην ἐν ἡμῖν ἡ ἀνὰ πᾶσαν τὴν οἰκουμένην καθολικὴ καὶ ὀρθόδοξος τοῦ Χριστοῦ ἐκκλησία πανηγυρίζει σήμερον ἑορτὴν καὶ πανήγυριν.

Ἐν τοιαύτῃ τοίνυν εὐδοκίᾳ καὶ χάριτι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μέχρι συντελείας αἰώνων μεθ’ ἡμῶν ἔσεσθαι ἐπαγγειλαμένου, ἡμεῖς ἐν ἐλέῳ Θεοῦ τὴν ἀποστολικὴν μέριμναν πασῶν τῶν ἐκκλησιῶν ἀναδεδεγμένοι, καὶ τῆς περὶ αὐτὰς οἰκονομίας ἄνωθεν ἐμπεπιστευμένοι τὴν διαχείρησιν, ἐν ἀνοίξει χειλέων ἡμῶν πρός