Ἔτι δὲ κατέχει πλήρη, κυρίαν καὶ ἀποστολικὴν πᾶσαν χειροθεσίαν αὐτῶν, καὶ πᾶσαν ἱερὰν τελετὴν νομίμως τελουμένην, καὶ τοιαύτην ἀξιοῖ κατέχεσθαι καὶ παρὰ πάντων τῶν ὀρθοδόξων.
Ταῦτα ὥρισεν ἐν ἁγίῳ Πνεύματι ἡ ἐν Κωνσταντινουπόλει ὀρθόδοξος ἱερὰ σύνοδος, εὐχομένη, ἀπλέτῳ πόθῳ καὶ διαπύρῳ ἀγάπῃ, τῇ φίλῃ αὐτῆς ἐν Χριστῷ ἀδελφῇ, στηριγμὸν ἐν τῇ πίστει καὶ ἐν τῇ ἑνότητι, προκοπὴν ἐν τοῖς παραγγέλμασι τοῦ Κυρίου, καὶ ἄγρυπνον προσοχὴν εἰς τὴν ὀρθόδοξον διδασκαλίαν τοῦ ποιμνίου, εἰς ὃ τὸ Πνεῦμα τὸ ἅγιον ἐπέστησε ποιμαίνειν, ὅπως ἂν εἴπωσι καὶ οἱ ἀντικείμενοι τῇ εὐσεβείᾳ· «Τὶς αὕτη ἡ ἐκκύπτουσα ὠσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι;» Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, δῴη ἡμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις πάντοτε, χάριτι καὶ οἰκτιρμοῖς τοῦ πρώτου καὶ μεγάλου καὶ ἄκρου ἀρχιερέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρὸς τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων, πανευφήμων, θεοκηρύκων καὶ πνευματοφόρων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ πάντων τῶν ἁγίων· Ἀμήν.
Ἄνθιμος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Νέας Ρώμης καὶ Οἰκουμενικὸς Πατριάρχης ἐν Χριστῷ τῷ Θεῷ ἀποφαίνεται.
Ὁ πρώην Κωνσταντινουπόλεως Κνωστάντιος Α′ ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.
Ὁ πρώην Κωνσταντινουπόλεως Κωνστάντιος Β′ ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.
Ὁ πρώην Κωνσταντινουπόλεως Γρηγόριος ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.
Ὁ πρώην Κωνσταντινουπόλεως Γερμανός ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.
Ὁ πρώην Κωνσταντινουπόλεως Ἄνθιμος ἐν Χριστῷ τῷ Θεῷ συναποφαίνεται.