Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/458

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
458
ΙΣΤΟΡΙΑ

«Μετὰ ταῦτα, τεθέντος εἰς συζήτησιν τοῦ αἰτήματος, καὶ πολλῆς ἐφ’ ἱκανὸν συνδιασκέψεως γενομένης, τῆς τε ἐνεστώσης καταστάσεως τῶν ἐν τῷ Βασιλείῳ Κράτει τῆς Ἑλλάδος ἁγίων τοῦ Θεοῦ ὀρθοδόξων ἐκκλησιῶν, ἐξ ὅτου περ ἀπελείφθησαν τῆς μετὰ τοῦ οἰκείου κανονικοῦ Πατριάρχου ἐκκλησιαστικῆς συναφείας καὶ σχέσεως, πρὸς τοὺς θείους καὶ ἱεροὺς κανόνας παρεξετασθείσης, πρὸς δὲ καὶ τῶν λόγων, δι’ οὓς ἡ ἐν Ἑλλάδι ὀρθόδοξος ἐκκλησία τοῖς τῶν αὐτοκεφάλων ἐκκλησιῶν προνομίοις, κατὰ κανόνας, τιμηθῆναι προσήκει, ἀκριβῶς καὶ προσηκόντως εὐκρινηθέντων· ἐπὶ πᾶσι δὲ ἀνομολογηθέντος καὶ βεβαιωθέντος τοῦ δικαιώματος, ὃ δὴ κανονικῶς κέκτηται ἡ ἁγία τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία τοῦ πρυτανεύειν ἔνθα, καὶ ὅτε, καὶ καθὰ δεῖ ταῖς ὑπὸ τὴν κυριαρχικὴν αὐτῆς περιφέρειαν ἁγιωτάταις ἐκκλησίαις τὸ αὐτοκέφαλον, καὶ πάσας ἁπλῶς τὰς τοιάςδε ἐκκλησιαστικὰς οἰκονομίας ἐπικυροῦν καὶ ἀνακηρύττειν· οὐ μὴν ἀλλὰ καὶ τοῦ ἱερωτάτου ἐπιγνωσθέντος καθήκοντος, τοῦ τῇ αὐτῇ ἁγίᾳ καὶ Μεγάλῃ τοῦ Χριστοῦ Ἐκκλησία ἄνωθεν ἐπιβεβλημένου, ἵνα τῆς τῶν ἁπανταχοῦ ὀρθοδόξων τοῦ Θεοῦ ἐκκλησιῶν εὐσταθείας τε καὶ εὐκοσμίας, καὶ κανονικῆς διεξαγωγῆς τε καὶ τάξεως ἀποστολικῶς μεριμνᾷ τε καὶ κήδηται, πολλῷ δὲ μᾶλλον τῶν ὑπ’ αὐτῆς καὶ δι’ αὐτῆς ἤδη πρῶτον τὴν οἰκονομικὴν λαμβανουσῶν πῆξιν καὶ σύστασιν.

«Τούτων ἁπάντων καὶ τῶν τοιούτων ἀκριβῶς καὶ ἐπισταμένως θεωρηθέντων τε καὶ εὐκρινηθέντων, ἔδοξε τῇ ἁγία καὶ μεγάλῃ συνόδῳ, ἵνα τοῖς τὸ Βασίλειον τῆς Ἑλλάδος Κράτος, τόγε νῦν ἔχον, ἀπαρτιζούσας μητροπόλεις, ἀρχιεπισκοπάς, καὶ ἐπισκοπάς, ἐξηρτημένας τέως τοῦ ἁγιωτάτου οἰκουμενικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, ἀπολύσῃ τοῦ λοιποῦ τῆς τοιαύτης ἐξαρτήσεως, καὶ ἀναδείξῃ κανονικῶς ἐφ’ ὅροις τισὶ δικαιοτάτοις καὶ ἀναγκαιοτάτοις ἐκκλησίαν αὐτοκέφαλον, καὶ τὰς λοιπὰς αὐτοκεφάλους ἐκκλησίας, καὶ κανονίσῃ αὐτῆς καθάπαξ τὴν ἐν γένει ἐκκλησιαστικὴ οἰκονομίαν, συμφώνως τοῖς θείοις ἀποστολικοῖς καὶ συνοδικοῖς κανόσι, καὶ ταῖς πατρικαῖς διατάξεσι καὶ διατυπώσεσι, καὶ τοῖς πατροπαραδότοις ἐθίμοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· ἐφ’ ᾧ καὶ διώρισε πρὸς σχεδίασιν τῶν ἀναγκαίων τούτων