Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/455

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
455
ΟΘΩΝΟΣ

Ὁ ἐπὶ τοῦ Β. Οἴκου καὶ τῶν Ἐξωτερικῶν, καὶ προσωρινῶς ἐπὶ τῶν Οἰκονομικῶν ὑπουργὸς Ἀναστάσιος Λόντος.

Ὁ ἐπὶ τῶν Ἐσωτερικῶν ὑπουργὸς Γ. Νοταρᾶς.

Ὁ ἐπὶ τῶν Στρατιωτικῶν ὑπουργὸς Ἰω. Στάϊκος.

Ὁ ἐπὶ τῶν ἐκκλησιαστικῶν καὶ τῆς δημοσίας ἐκπαιδεύσεως, καὶ προσωρινῶς ἐπὶ τῆς δικαιοσύνης ὑπουργὸς Ν. Χρυσόγελως.

«Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ γράμματος τούτου, ζητήσεως γενομένης, εἰ νομίμως καὶ ἁρμοδίως ὑφ’ ὧν ἔδει γέγονεν ἡ αἴτησις καὶ τοῦ γράμματος αὖθις ἀναγνωσθέντος τε καὶ ἐκμελετηθέντος, πάντες νομίμως καὶ ἁρμοδίως ὡς ὑπ’ αὐτοῦ τοῦ ἱεροῦ τῆς Ἑλλάδος κλήρου τὴν αἴτησιν γεγονέναι ἐπείσθησαν, διὰ τὸ ἀξιόχρεων τῆς ἐπισήμου διαβεβιαώσεως τῆς εὐσεβοῦς ἑλληνικῆς Κυβερνήσεως, ἐφ’ ᾧ καὶ πάντες ὁμοθυμαδὸν ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ψυχῆς ἐπευφήμησαν ἐπὶ τῇ εὐσεβεῖ προαιρέσει καὶ τῷ θεοφιλεῖ καὶ ἀξιαγάστῳ ζήλῳ τοῦ τε ἱεροῦ τῆς Ἑλλάδος κλήρου, καὶ παντὸς τοῦ χριστεπωνύμου λαοῦ, καὶ τῶν εὐσεβεστάτων Ὑπουργῶν τῆς ἀρτιπαγοῦς ὀρθοδόξου ταύτης Βασιλείας, οἵτινες ἐπὶ τὸν ἀρραγῆ καὶ ἀκράδαντον τῆς πατροπαραδότου εὐσεβείας θέμεθλον ἀπαρασαλεύτως ἐρηρεισμένοι, ὀψὲ μὲν διὰ τὰς παριμπεσούσας δυσχερεῖς περιπετείας, ἀλλ’ ἀξίαν γε πάντως κατέθεντο τὴν σπουδὴν πρὸς τὸ τὴν κανονικὴν ἐκκλησιαστικὴν ἑνότητα μετὰ πάσης τῆς καθολικῆς ὀρθοδόξου ἐκκλησίας ἑαυτοῖς ἀνωσώσασθαι καὶ τὴν πρὸς τὴν πνευματικὴν αὐτῶν μητέρα καὶ κηδεμόνα τῆς ἐν Κωνσταντινουπόλει, μεγάλην τοῦ Χριστοῦ ἐκκλησίαν, ὀφειλομένην εὐλάβειαν καὶ εὐγνωμοσύνην μετὰ πάσης τῆς ἐπισημότητος ἐπιδείξασθε.

Ἀνεγνώσθη δὲ προσέτι ὑπὸ τοῦ αὐτοῦ παναγιωτάτου Οἰκουμενικοῦ Πατριάρχου κυρίου Ἀνθίμου καὶ τὸ ἑξῆς ἔγγραφον τῆς ἐν Ἑλλάδι τέως ἐκκλησιαστικῆς ἀρχῆς, ὡς συναποσταλὲν καὶ τοῦτο περιουσίᾳ ζήλου καὶ προθυμίας παρὰ τῆς γαληνοτάτης καὶ εὐσεβεστάτης Κυβερνήσεως τοῦ Βασιλείου τῆς Ἑλλάδος.