Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/447

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
447
ΟΘΩΝΟΣ

τῶν θεσπεσίων ἡμῶν πατέρων κατὰ τὸ ἀραρὸς περισφίγξαντες, καὶ τὰ τῶν ἐκκλησιῶν δίκαια τῇ τρυτάνῃ τοῦ Πνεύματος, ᾖ θέμις ἐστὶ συνεπισταθμίσαντες, ἀλώβητόν τε καὶ ἀκαινοτόμητον τὸν ἐκκλησιαστικὸν διάκοσμον ἑαυτοῖς τε διαφυλάξωμεν, καὶ τοῖς μεθ’ ἡμᾶς παραδῶμεν ἀκέραιον, καθάπερ ὀφείλομεν, ὡς ἱερὰν παρακαταθήκην, ἐκ πατέρων εἰς ἡμᾶς μέχρι συντελείας αἰώνων διήκουσαν.

Αἱ γὰρ ἐν τῇ πατριαρχικῇ περιφερείᾳ τοῦ καθ’ ἡμᾶς ἀποστολικοῦ οἰκουμενικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως διατελοῦσαι ἁγιώταται μητροπόλεις, ἀρχιεπισκοπαὶ καὶ ἐπισκοπαί, ὅσαι τὸ θεόσωστον καὶ θεοστήρικτον τῆς Ἑλλάδος Βασίλειον σήμερον ἀπαρτίζουσι, διὰ καιρικὰς περιπετείας τῆς τοιᾶςδε ἀπολειφθεῖσαι ἑνότητος, καὶ τὴν μετὰ τοῦ οἰκείου κανονικοῦ προέδρου ἐκκλησιαστικὴν συνάφειαν δι’ ὅλων ἐπτακαίδεκα ἐνιαυτῶν διακόψασαι, καὶ ἀπομονωθεῖσαι τοῦ συνόλου τῶν ἄλλων ἁγιωτάτων θρόνων τῆς καθολικῆς ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας, αὖθις εὐδοκίᾳ Θεοῦ, εὐσεβεῖ γνώμῃ, καὶ ζήλῳ καὶ προαιρέσει τῶν ἐκεῖσε ὀρθοδόξων χριστιανῶν, ἀρχόντων τε καὶ ἀρχομένων, ποιμαινόντων τε καὶ ποιμαινομένων, τὴν τῆς ἐκκλησιαστικῆς ἑνότητος ἐπιζητοῦσιν ἀποκατάστασιν· καθὰ διαλαμβάνουσι μὲν τὰ παρὰ τοῦ εὐσεβοῦς βασιλικοῦ ὑπουργείου τῆς Ἑλλάδος τιμιώτατα γράμματα, αὐτίκα πρὸς τὴν Ἡμετέραν περίνοιαν ἀναγνωσθησόμενα, διασκεψόμεθα δὲ ἡμεῖς, κατὰ καθῆκον, πρὸς τοὺς θεοσδότους τῆς Ἐκκλησίας θεσμούς, καὶ ἐν ἁγίῳ Πνεύματι ψηφίσομεν καὶ ἀποφασίσομεν.

Δόξα τοίνυν τῷ παναγάθῳ καὶ φιλανθρώπῳ Θεῷ, τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ κηδομένῳ τῆς αὐτοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο νεύσαντι εἰς τας καρδίας τῶν ἐν Ἑλλάδι ὀρθοδόξων τέκνων τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλης ἐκκλησίας τὴν ὅλως χριστιανικὴν καὶ εἰς Θεὸν ὀφειλομένην ταύτην ἐπιθυμίαν καὶ ἔφεσιν. Ἡ μὲν οὖν πρόθεσις τῆς παρούσης ὁμηγύρεως τοιαύτη· μέλλοντες δὲ νῦν συζητῆσαι καὶ ἀποφήνασθαι περὶ τηλικαύτης ἱερᾶς ὑποθέσεως, Θεὸν ἐπικαλεσάμενοι πρόεδρον γενέσθαι καὶ συμπαραστάτην, καὶ παροχέα καὶ διάνοιας καὶ λόγου πρὸς ἀσφαλῆ κατανόησιν Τῶν λεκτέων, καὶ ἀκριβῆ ἑρμηνείαν τῶν νενοημένων, χωρῶ-