Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/439

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
439
ΟΘΩΝΟΣ

τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν» ὁ ἱερὸς ἀποφαίνεται λόγος, σύνοδον ἱερὸν συγκαλεσαμένη τῶν τῆς Ἐκκλησίας λογάδων, τοῦ τε παναγιωτάτου καὶ σεβασβιωτάτου πατριάρχου πρώην Κωνσταντινουπόλεως κυρίου Κωνσταντίου τοῦ πρώτου, τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου πατριάρχου τῶν Ἰεροσολύμων κυρίου Ἀθανασίου καὶ τῆς ἐνδημούσης ἱερᾶς ὁμηγύρεως τῶν ἱερωτάτων μητροπολιτῶν, καὶ θεοφιλεστάτων ἐπισκόπων, τῶν ἐν ἁγίῳ Πνεύματι ἀγαπητῶν καὶ περιποθήτων αὐτῆς ἀδελφῶν καὶ συλλειτουργῶν, καὶ τῶν λοιπῶν τῆς Κεντρικῆς Ἐκκλησιαστικῆς Ἐπιτροπῆς μελῶν, καὶ διδασκάλων, προὐβάλετο τὴν περὶ διδασκαλικῆς καθέδρας τῶν διαληφθέντων καϊρείων μαθητῶν πρότασιν εἰς συνοδικὴν σκέψιν τε καὶ κοινὴν ἀπόφασιν.

Καὶ δή, ἱκανῶς βασανισθέντος τοῦ πράγματος ἐν δυσὶ συνελεύσεσι, κέκριται ὑπὸ πάσης τῆς ἱερᾶς ταύτης συνόδου παμψηφεί, ἵνα μηδενὶ τῶν μαθητῶν τῆς καϊρείου σχολῆς, ὡς ὑπόπτων, ἐπιτραπῇ διδάσκειν πρὸς τὸ παρὸν οὔτε ἐν κοινῇ τινι σχολῇ, οὔτε κατ’ ἰδίαν ἐν τῇ οἰκίᾳ τινος τῶν ὀρθοδόξων.

Ἀλλ’ ἵνα μὴ ἡ τῆς ἀπαραιτήτου ἐκκλησιαστικῆς προσοχῆς ἀπαγόρευσις τοῦ διδάσκειν εἰς ἀτόπους τυχὸν ὑπονοίας αὐτοὺς ἐμβάλῃ παντελοῦς ἀπὸ τῆς Ἐκκλησίας ἀποστροφῆς, ἡ κοινὴ αὕτη μήτηρ προνοοῦσα μητρικῶς ὑπὲρ τῆς ψυχικῆς ἅμα καὶ σωματικῆς αὐτῶν σωτηρίας, καὶ φιλανθρωπευομένη, ἀπεφήνατο ἀμεταθέτως περὶ πάντων κοινῶς, ἵνα, ὅσοι τε ἤδη διατρίβουσιν ἐν Κωνσταντινουπόλει, καὶ ὅσοι εἰς τὸ μετέπειτα τυχὸν ἔλθωσιν, ἐὰν προηγουμένως ταῖς κοιναῖς συνοδικαῖς ἀποφάσεσιν ὑπακούοντες, καὶ ὑποτασσόμενοι, φυλάξωσιν αὐτὰς ἀκριβῶς, καὶ ἐκτελέσωσιν ἀπαραβάτως, ἐν τρισὶ κεφαλαίοις ὁριζομένας, τότε ἀποδεκτοὶ γένωνται, τέκνα γνήσια τῆς ὀρθοδόξου ἀνατολικῆς Ἐκκλησίας λογιζόμενοι.

Ὡρίσατο τοίνυν, ὁμοψήφῳ γνώμῃ καὶ ἀποφάσει, ἡ ἱερὰ αὕτη ἐπὶ τούτῳ συναθροισθεῖσα σύνοδος καὶ ὅρους ἐξέθετο τοὺς ἐξῆς: Α′] ἅπαντας τοὺς μαθητὰς τῆς τοῦ Θεοφίλου Καΐρου σχολῆς ἐκτίθεσθαι ἐγγράφως ἐν ἰδίαις ὑπογραφαῖς ἅπασαν ἀκριβῶς τὴν ἀσεβεστάτην ἀντιχριστιανικὴν τοῦ διδασκάλου αὐτῶν κακοφροσύνην, καὶ ἀποπτύειν, καὶ ἀναθεματίζειν αὐτήν τε καὶ τοὺς ταύτῃ συμ-