Σελίδα:Ημερολόγιο Σκόκου 1890 - 053.jpg

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
53

Θεοδοτη τεταραγμένη.

Πῶς τρέμω πᾶσα. Διατὶ παρέμεινα;
Ὁποῖον θαῦμα! Μελῳδία θελκτική.
Καὶ τἄνθη ταῦτα;

Σερανταπηχοσ

Δός μοι νῦν τὴν χεῖρά σου.

[Ἡ Θεοδότη τείνει αὐτὴν δειλῶς. Ὁ Σαραντάπηχος κρατεῖ ὑπὲρ τὸ θυμιατήριον καὶ ἐτάζει αὐτήν.]

Ἀνακαλύπτω πράγματα περίεργα.
Ἰδου γραμμὴ σπουδαία. Ἡ καρδία σου
ἐλάλησε.

[Ἡ Θεοδότη ἑγείρει τοὺς ὤμους.]

Ἀφάτου κρύπτεις ἔρωτος
ἐν σοὶ τὴν φλόγα.

[Ἡ Θεοδότη φαίνεται ἀνησυχοῦσα.]

Ἀλλ’ ἐτάσωμεν καλῶς.
Τί βλέπω ὧδε; Προσποιεῖσαι, κρύπτουσα
τὸ ψυχοβόρον πάθος, καὶ ἀπέχθειαν
προσφέρεις ἀντὶ φίλτρου.

[Ἡ Θεοδότη ταράσσεται]

Πῶς συνέχεται
ἡ ἄλλη αὔλαξ ὧδε! Τρυφερώτατον
ἀνταποδίδει φίλτρον ὁ φιλούμενος.

Θεοδοτη

Ὢ ἄφες με.

Σερανταπηχοσ

Τί τρέχει; Σπουδαιόταται
μοὶ μένουσι προρρήσεις. Ὑψηλόσωμος,
ὡραῖος νεανίας ὁ τρισόλβιος,
καὶ μεγιστὰν βεβαίως. Ἡ κατάχρυσος
στολὴ ἀστράπτει ὧδε. [Δεικνύει τὸ κοῖλον τῆς χειρός.]

Θεοδοτη

Ἄφες, ἄφες με.

Σερανταπηχοσ, κρατῶν αὐτήν.

Προβλέπω δυσχερείας καὶ προσκόμματα
μεγάλα.... πλὴν ἐν τέλει ἀνατρέπονται,
Πρὸς τὸν ναὸν βαδίζει τὸ γηθόσυνον
τῶν ἐρωμένων ζεῦγος. Πλῆθος ἄπειρον
ἀκολουθεῖ. Πομπώδης ἡ παράταξις.
Οἱ ἄρχοντες καὶ πάντες οἱ Πατρίκιοι,
καὶ πρώτη πάντων — ἀληθῶς παράδοξον —