Σελίδα:Ημερολόγιο Σκόκου 1890 - 043.jpg

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
43

Παγκρατιοσ
[Σπεύδων πρὸς τὴν εἴσοδον καὶ θεωρῶν διὰ τῶν παραπετασμάτων.]

Ἐκείνη.

Σερανταπηχοσ

Εὖγε.

Παγκρατιοσ

Οἰωνὸς ἐξαίρετος.

[Εἰσέρχονται δύο εὐνοῦχοι, καὶ ἵστανται ἑκατέρωθεν τῆς θύρας. Ἅμα ἐπιφανείσης τῆς Αὐτοκράτειρας, σπεύδουσιν ὅ τε Σεραντάπηχος καὶ ὁ Παγκράτιος καὶ ἀσπάζονται ὁ μὲν τὴν χεῖρα ὅ δὲ τὸ κράσπεδον τοῦ ἱματίου αὐτῆς. Οἱ εὐνοῦχοι ἀποσύρονται.]

Ειρηνη τῷ Σερανταπηχωι μετ’ ἐπιπλάστου μελαγχολίας.

Σὺ ὧδε, ἀγαθέ μου Θεοφύλακτε;
Περίλυπον ὁρᾷς με καὶ περὶφροντιν.
Τὴν ἠρεμίαν πᾶσάν μου ἀπώλεσα,
τὴν ἀναγκαιοτάτην εἰς τοὺς Ἄνακτας,
καὶ διαρκῶς πλανῶμαι, δίκην φάσματος,
ἐν τοῖς ἐρήμοις ἀνακτόροις. Πρὸ ἐμοῦ
καὶ ὄπισθέν μου χαῖνον βάραθρον ὁρῶ,
οὐδὲ τολμῶ τι ἀνδρικόν· τὸ σκῆπτρόν μου
ἐκ τῆς χειρός μου διαφεύγει, σιδηροῦς
τὸ στέμμα κρίκος, θλίβει τοὺς κροτάφους μου,
καὶ στένουσα τὸν βίον τὸν ἀμέριμνον
φθονῶ τοῦ ἁπλουστέρου τῶν εἱλώτων μου,

Σερανταπηχοσ

Ὦ Ἄνασσα, τί λόγοι; Ἀνεξήγητος
ἡ τόση δυσθυμία. Πάντα θάλλουσι,
καὶ ὁμοθύμως σ’ εὐλογεῖ τὸ Κράτος σου.

Ειρηνη

Φεῦ, οἷον τῆς πορφύρας τὸ δυσβάστακτον
καὶ ἀπεχθὲς φορτίον συναισθάνονται
οἱ οὐρανόθεν κεχρισμένοι μόνοι.

Παγκρατιοσ

Ναὶ,
πλὴν καὶ τὸ σθένος ἴσον τοῦ καθήκοντος
εἰς τοὺς Ἡγέτας οἱ θεοὶ παρέχουσι

Ειρηνη

Εἰς ἄλλους ἴσως, ἀλλ’ ἐγὼ ἡ τάλαινα
ὑπὸ διττῆς μερίμνης κατατρύχομαι,
ὡς Ἄνασσα καὶ μήτηρ.

Σερανταπηχοσ, ἰδίᾳ τῷ Παγκρατίῳ.

Ἢ ὀρθότερον