Σελίδα:Ημερολόγιο Σκόκου 1890 - 041.jpg

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
41

Πεμφθεὶς εἰς Θρᾴκην ὁ Σταυράκιος, ἐκεῖ
νεοσυλλέκτους συνεκέντρωσε πολλούς,
καὶ τῶν ταγμάτων προσλαβὼν τὰ χαλαρῶς
πρὸς τοὺς εἰκονοκλάστας διακείμενα,
κατῆλθεν ἐσπευσμένως εἰς Βυζάντιον.

Παγκρατιοσ

Ἦν σωτηρία τοῦτο ὄντως πρόνοια.

Σερανταπηχοσ

Προφασισθεῖσα τῶν Ἀράβων εἰσβολήν,
μετὰ συμπάσης τῆς αὐλῆς ἐξέρχεται
τῆς πρωτευούσης τότε ἡ Βασίλισσα,
καὶ μέχρι Μαλαγίνων φθάνει. Τρόπαια
τοῖς στρατιώταις νέα ἐξαγγέλλουσα,
τοῖς ἐν εἰρήνῃ φθειρομένοις, εὐχερῶς
τοὺς Σχολαρίους καὶ τοὺς Ἑξκουβίτορας
παρέσυρεν.

Παγκρατιοσ

Ὤ εὖγε.

Σερανταπηχοσ

Πῶς σοὶ φαίνεται
ὁ δόλος; Ἐν ᾧ οὗτοι ἐμακρύνοντο,
ὁ Λογοθέτης ἀφ’ ἑτέρου διεισδύς,
ἀναιμωτὶ τὴν πόλιν κατελάμβανε.

Παγκρατιοσ

Συγχαίρω ἐκ καρδίας, Ὑψηλότατε.

Σερανταπηχοσ

Ἐπιτευχθέντος τούτου, οἱ παλαίστρατοι
εἰς τὴν Ἀσίαν ἄοπλοι ἐστάλησαν,
καὶ ἄνευ κόπου πλέον διελύθησαν.

Παγκρατιοσ

Ἐξαίσιον καθ’ ὅλα τὸ στρατήγημα.

Σερανταπηχοσ

Ἀσπόνδων οὕτω ἀπηλλάγημεν ἐχθρῶν,
πλὴν μένουσιν εἰσέτι δυσυπέρβλητα
προσκόμματα, πρὶν ὅλως κατισχύσωμεν,
καὶ πάσης χρῄζω τῆς πιστῆς σου ἀρωγῆς.

Παγκρατιοσ

Θεράποντά σου ταπεινὸν θεώρει με.

Σερανταπηχοσ

Τῆς τέχνης σου τὰς ἅρκυς πάσαις τάνυσον,
ἀνάγνωθι τῶν ἄστρων τὸ ἀλφάβητον,