Μετάβαση στο περιεχόμενο

Σελίδα:Διονύσου πλους.djvu/9

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 9 —

Καὶ διὰ λόγων ἀναιδῶν
ὁ εἷς τὸν ἄλλον πείθων,
λείας ὠρέγετο, ἰδὼν
τὸν πλοῦτον τῶν πολυειδῶν
καὶ πολυτίμων λίθων.

Ἄλλους διήγειρε πολλοὺς
ἡ ὄψις τῶν θελγήτρων
τῆς κόρης τῆς περικαλλοῦς,
καὶ ἐνεψύχου τοὺς δειλοὺς
ἐλπὶς πλουσίων λύτρων.

Φωνὴ διέῤῥει σιγαλὴ
ὡς ψίθυρος τὸ πρῶτον.
Ἀλλ’ ἐθρασύνοντο πολλοὶ,
καὶ ἐξεῤῥάγ’ ἡ ἀπειλὴ
μετὰ κραυγῶν καὶ κρότων.

Τῶν ἀπαισίων ὀφθαλμῶν
τὸ μέλαν πῦρ ἰδέτε.
Ἐγείρεται πᾶς ὁ τολμῶν·
τὴν κώπην ἐπὶ τον σκαλμὸν
ἀφῆκαν οἱ ἐρέται.

Ἥρπασαν ὅπλα παρευθὺς
ἀπὸ τῶν προσπιπτὸντων,
λίθους τινὲς χειροπληθεῖς,
καὶ ὅ,τι εὕρισκε καθεὶς,
τὶς κώπην καὶ τὶς κόντον.