Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/18

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 16 —

ἄνδρες οἱ μετὰ τῶν ἀρχόντων ἡμῶν ὄντες, τὸν ναὸν πάντα περιεσκόπουν, καὶ τὴς τελουμένης ἑορτῆς τὰ πλεῖστα φῶτα βλέποντες, καὶ τὴν μελῳδίαν τῶν ᾀσμάτων ἀκούοντες, θαυμάζοντες διηπόρουν.

Διαβιβάσαντες οὖν ἐκεῖσε τὸν ἑσπερινὸν ὕμνον καὶ τὸν ὀρθρινόν, καὶ πολλὰ εἰπόντες καὶ ἀκούοντες, φθάνει καὶ ὁ καιρὸς τὴς ἱερᾶς καὶ θείας λειτουργίας. Καὶ πάλιν οἱ ῥηθέντες ἄνδρες μετὰ καὶ τῶν [τοῦ] βασιλέως ἀρχόντων, εἰς τὸν σεβάσμιον καὶ μέγιστον ναὸν εἰςέρχονται, ὅπως τὴς ἀναιμάκτου καὶ θείας μυσταγωγίας θεαταὶ γενήσωνται.

Ἀλλ’[1] ἐνταῦθα τοῦ λόγου γενόμενος ἐκπλήττομαι τοῦ Θεοῦ τὸ φιλάνθρωπον[2], τοῦ θέλοντος πάντας ἀνθρώπους[3] σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν[4]. Καὶ γὰρ ἐπεὶ οἱ ἐθνικοὶ καὶ βάρβαροι ἄνδρες ἐκεῖνοι ἐν τῷ τριςμεγίστῷ ναῷ εἰςῆλθον, ὡς εἴρηται, κἀκεῖσε ἱστάμενοι τὰ δρώμενα πάντα ἐν τῷ ναῷ

  1. Λείπει ἐν τῷ ἐντύπῳ ὁ σύνδεσμος.
  2. Τὸ ἔντυπον: τὴν φιλανθρωπίαν.
  3. Λείπει ἡ λέξις ἐν τῷ ἐντύπῳ.
  4. Α΄ Τιμ. β΄, 4.