Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/17

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 15 —

τὴν Κωνσταντινούπολιν, ὡς ἵνα καὶ τὰ ἐκεῖσε πάντα κατοπτεύσωσι καὶ ἀποπειράσωνται. Καὶ δὴ μετὰ πολλοῦ κόπου καὶ ταύτην καταλαμβάνουσι, καὶ τῷ τότε τὰ Ῥωμαίων σκῆπτρα ἰθύνοντι, Βασιλείῳ φημὶ τῷ ἐκ Μακεδονίας[1], προςέρχονται καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἀφίξεως ἀπαγγέλλουσιν. Ὁ δὲ ἄσμενος [καὶ τριςάσμενος] τούτους ἀποδεξάμενος, ἄρχοντάς τινας παραυτὰ τῶν ἐλλογίμων αὐτοῖς ἐπιδίδωσιν, ὅπως τὰ κάλλιστα πάντα τὴς πόλεως αὐτοῖς ἐπιδείξωσι, καὶ τὰς πεύσεις αὐτῶν πάσας καλῶς διευκρινήσωσι καὶ ἀπολογήσωνται.

Οἱ δὲ ἄνδρες παραλαβόντες, καὶ πολλὰ ἐν τῇ πόλει ἀξιοθέατα ἑπιδείξαντες εἰςῆλθον καὶ πρὸς τὸν περιβόητον καὶ μέγαν θεῖον ναὸν τὴς τοῦ Θεοῦ Σοφίας· καὶ γάρ, ὡς ὁ λόγος κρατεῖ, ὅτι καὶ ἑορτὴ μεγάλη τις πρὸς αὐτὸν ἐτελεῖτο τὸ τότε, εἴτε δὲ τοῦ Χρυσοῤῥήμονος, εἴτε ἡ Κοίμησις τὴς ὑπεράγνου Μητρὸς τοῦ Κυρίου μου, ἀκριβῶς λέγειν οὐκ ἔχω· πλὴν ἑορτὴ ἐτελεῖτο θαυμαστὴ καὶ μεγάλη. Καὶ οἱ τέσσαρες ἐκεῖνοι

  1. Βασίλειον τὸν B΄ νόει μοι τὸν Βουλγαροκτόνον· ἐπὶ τῆς τούτου γὰρ βασιλείας συνέβησαν τὰ ἐνταῦθα ἀναφερόμενα.