Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/16

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 14 —

ἀληθῆ διεβεβαιοῦντο πάντη, καὶ οὐδὲν δέονται ἑτέρας τινὸς ἀναψηλαφήσεως καὶ ἐρεύνης. Καὶ εἰ θέλεις, ἔφησαν, λαμπρότατε καὶ ἐνδοξότατε ἡμῶν αὐθέντα καὶ ἄρχον, τὴν τούτων πίστιν δέξασθαι, μήνυσον αὐτοῖς, καὶ καλῶς τὰ ἐκείνων μυήθητι. Ὡς δὲ οἱ σὺν ἐκείνῳ ἄρχοντες πάντα ἤκουσαν, μᾶλλον δέ, οἵτινες καὶ πρώην αὐτῷ συνεβούλευσαν, πάλιν πρὸς αὐτὸν καὶ αὖθις εἴρηκαν·—Οὐ καλὸν φαίνεται τοῦτο γενέσθαι πᾶσιν ἡμῖν, ἐὰν μὴ [οἱ] αὐτοὶ καὶ τὰ τὴς Κωνσταντινουπόλεως καλῶς δοκιμάσωσι καὶ καταμάθωσιν· ἐπειδὴ καὶ ταύτην πόλιν μεγάλην τινὰ καὶ κρείττονά τινες εἶναι διαφημίζουσι. Λοιπὸν ἄξιον ἐστιν ὅπως καὶ ταύτης τὸ σέβας καὶ τὴν λατρείαν οἱ αὐτοὶ ἐρευνήσαντες καὶ ἀναψηλαφήσωσι[1], καὶ οὕτως [ἐξ][2] ἀμφοτέρων τὸ κρεῖττον ἐκλεξώμεθα.

Ἤκουσε πάλιν καὶ τοῦτο ὁ ἐχέφρων καὶ περιβόητος ῥήγας ἐκείνων, καὶ προςήκατο, καὶ καλῶς ἀπεδέξατο. Διὸ καὶ τοὺς δηλωθέντας πολλάκις τέσσαρας ἄνδρας πάλιν ἐκπέμπει καὶ πρὸς

  1. Ἐκπεσεῖν τι τοῦ λόγου ἔοικεν, ἢ γοῦν τρεπτέον τὴν μετοχὴν εἰς ὑποτακτικήν.
  2. Κἀνταῦθα πρσςέθηκα τὴν ἐν τῷ λόγῳ ἀπαιτουμένην πρόθεσιν, ἐκπεσοῦσαν πάντως ἀβλεψίᾳ τῶν ἀντιγραφέων.