Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/15

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 13 —

Καὶ ἐκεῖνοι μὲν πρὸς τὸν ἐξάρχοντα αὐτῶν ταῦτα εἴρηκαν· ὁ δὲ τὴν τοιαύτην αὐτῶν συμβουλὴν καὶ τὸν λόγον ταχέως πεπλήρωκεν. Καὶ ἐκ τῶν αὑτοῦ τέσσαρας ἄνδρας ἐπιλεξάμενος τοὺς εἰδότας διακρίνειν[1] τὸ καλὸν ἐκ τοῦ χείρονος, στέλλει πρὸς τὴν Πρεσβυτέραν Ῥώμην ὅπως ἀναψηλαφήσωσι καὶ θεωρήσωσι τὰ ἐκεῖσε πάντα, [2][καὶ τὰ] τοῦ σεβάσματος τούτων καλῶς καταμάθωσιν. Οἱ δέ, τὸ τοῦ λόγου εἰπεῖν, πτερωτοὶ γενόμενοι τὴν Ῥώμην καταλαμβάνουσι, καὶ τὰ ἐκεῖσε πάντα ἐρευνῶσι καὶ σκοπῶσι, [καὶ] καλῶς περιεργάζονται τῶν τε θείων ναῶν τὴν εὐπρέπειαν καὶ τοῦς ἐκεῖσε ἱερεῖς καὶ ἀρχιερεῖς· οὐ μὴν ἀλλὰ [καὶ][3] τὸν πατριάρχην αὐτὸν ὁρῶσι, τὸν καὶ πάπαν καλούμενον, καὶ λόγους ὠφελείας παρ’ αὐτοῦ πλείστους ἀκούουσιν· καὶ οὕτως σπουδαίως παλινδρομοῦσι καὶ τὴν ἑαυτῶν καταλαμβάνουσι χώραν, καὶ πρὸς τὸν μέγαν ῥήγαν ἑαυτοὺς ἐμφανίζουσι, καὶ ἅπερ εἶδον καὶ ἤκουσαν κἀκεῖσε καλῶς ἐξαγγέλλουσιν. Εἶναι δὲ μεγάλα καὶ

  1. Τὸ χειρόγρ: δι’ ἀκρίβειαν.
  2. Ἐντεῦθεν ἄρχεται τὸ ἔντυπον.
  3. Προςέθηκα τὸν ἑκατέρου τῶν ἀντιγράφων προδήλως ἐκπεσόντα σύνδεσμον.