Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/14

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 12 —

βεται, καλῶς λέγειν οὐκ οἴδαμεν· τοῦτο δὲ μόνον, ὅτι ἐν πάσῃ τῇ οἰκουμένῃ δύο τόποι τῶν ἄλλων πάντων[1] εἰσὶ πρὸ[2] κρείττονες· ὧν ὁ μὲν Ῥώμη καλεῖται, ὁ δὲ ἕτερος Κωνσταντινούπολις. Διὸ καὶ ἐν τούτοις μόνοις ὑπολαμβάνομεν τὸ σέβας ἀληθινὸν εἶναι καὶ ὀρθόν.

Ταῦτα ἀκούσας ὁ μέγας ἐκεῖνος ἄρχων καὶ πολὺς τῇ φρονήσει, αὐτὸς ἤρετο πάλιν·—Καὶ πῶς ἔχομεν τοῦτο[3] ἀκριβῶς μαθεῖν καὶ πληροφορηθήναι; ὑμεῖς εἴπατε.—Οἱ δὲ πρὸς αὐτὸν εἴρηκαν·—Εἰ θέλεις τὸ βέβαιον μαθεῖν καὶ ἀληθές, ἐκ πάντων ἡμῶν, ὧν ὑπὸ τὴν σὴν χεῖρα εἰσι, τέσσαρας τῶν κρειττόνων ἐπίλεξαι ἄνδρας, οἵτινες τῶν ἄλλων εἰσὶ τῇ πείρᾳ καὶ τῇ φρονήσει ὀξύτεροι, καὶ τούτους ἐξαπόστειλον πρὸς τὸν τὴς Ῥώμης πάπαν· καὶ αὐτοὶ τὰ ἐκεῖσε πάντα καλῶς σκοπήσονται, καὶ θεωρήσαντες καὶ δοκιμάσαντες, πάλιν πρὸς ἡμᾶς καταλαβέτωσαν, καὶ παρ’ αὐτῶν ἡμεῖς τὴν βεβαίαν καὶ καθαρὰν ἀλήθειαν ἀκούσαντες μάθωμεν, καὶ τότε ὅπερ κελεύσεις γενήσεται.

  1. Τὸ χειρόγρ.: πασῶν.
  2. Ἴσ. εγέγραπτο: πολλῷ.
  3. Τὸ χειρόγρ.: ταὐτό.