Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/13

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 11 —

σκείαν ἐμακάριζον καὶ ἐν ταύτῃ προςέμενον, καὶ ἄλλοι τὴν τῶν Σύρων, καὶ ἕτεροι τὴν τῶν Ἀγαρηνῶν. Καὶ ἦν ἐν πᾶσι τούτοις σύγχυσις μεγίστη καὶ φιλονεικία περὶ τὴς ἑαυτῶν δόξης καὶ πίστεως.

Τὸ τοιοῦτον οὖν σχίσμα καὶ τὴν πολλὴν καὶ ποικίλην σύγχυσιν τοῦ ἀπείρου ἐκείνου λαοῦ ὁρῶν καὶ ἀκούων ὁ τὴν ἀρχὴν ἐκείνων πεπιστευμένος ἀγχίνους καὶ μεγαλόνους ἄρχων, ἐξεπλήττετο καὶ διηπόρει, καὶ οὐκ εἶχεν ὅ,τι καὶ γένηται. Μιᾷ δὲ τῶν ἡμερῶν εὐθέτου καιροῦ[1] λαβόμενος προςκαλεῖται αὑτῷ τοὺς προέχοντας ἔν τε φρονήσει καὶ πείρᾳ, καὶ πυνθάνεται αὐτούς[2], πῶς εἰς θρησκεύματα πλεῖστα καὶ δόξας τοσαύτας τὸ ἑαυτῶν ἔγκειται ἔθνος, καὶ τούτων τὸ κρεῖττον ἐζήτει μαθεῖν καλῶς, ὅπως καὶ αὐτὸς τοῦτο ἕλοιτο.

Ὡς δὲ τοῦτο ἤκουσαν, ἀποκριθέντες τινὲς ἐξ αὐτῶν πρὸς τὸν ἄρχοντα αὐτῶν μέγαν ῥήγαν εἶπον—Ἡμεῖς, ὧ λαμπρότατε καὶ περίβλεπτε: ἄρχον ἡμῶν αὐθέντα[3] περὶ τοῦ τίς ἐκ πάντων ἡμῶν ὀρθῶς δοξάζει καὶ κρεῖττον τῶν ἄλλων σέ-

  1. Τὸ χειρόγρ.: εὔθετον καιρόν.
  2. Ὁμ: αὐτοῖς.
  3. Ἴσως: καὶ αὐθέντα, ὅπως ἔχει καὶ κατωτέρω