Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/12

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 10 —

θάνατον τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν ἀεὶ δέχεται[1]. Λοιπὸν ἄξιον καὶ ἡμᾶς ἐκδιηγήσασθαι καὶ εἰπεῖν μερικῶς ὅπως τὸ τῶν Ῥωσσῶν ἄπειρον ἔθνος τὴν ἀληθινὴν εὐσέβειαν μεμάθηκε, καὶ τοῦ θείου τετύχηκε λουτροῦ καὶ βαπτίσματος.

Ἦρξαν μὲν τοῦ δηλωθέντος ἔθνους ἄρχοντες πολλοὶ καὶ μεγάλοι χρόνοις οὐκ εὐαριθμήτοις, ὧν τὰς κλήσεις οὐ δεῖ ἡμᾶς ἀριθμεῖν διὰ τὸ ἀπειροπληθὲς τῶν ὀνομάτων αὐτῶν. Εἶτα με[τὰ] παραδρομὴν χρόνων πολλῶν, καί τις αὐτῶν ἦρξεν ἄρχων τοὔνομα Βλαντίμηρος, τῇ φρονήσει τε καὶ συνέσει πλεῖστα τῶν πρώην διαπρέπων. Οὗτος οὖν καθεζόμενος καθ’ ἑαυτὸν πολλάκις μεγάλως ἐθαύμαζε καὶ διηπόρει βλέπων τὸ μυριάριθμον καὶ τοσοῦτον ἔθνος ἐκεῖνο ἔνθεν κἀκεῖθεν κλονούμενον καὶ διακείμενον διὰ τὴν δόξαν καὶ λατρείαν τοῦ αὑτῶν σεβάσματος· ἐπεὶ οἱ μὲν τὴν τῶν Ἑβραίων ἠσπάζοντο καὶ ἐσέβοντο ὡς μεγίστην καὶ ἀρχαίαν, οἱ δὲ τὴν τῶν Περσῶν θρη-

  1. Παρὰ τὸ προφητικόν: «Μὴ θελήσει θέλω τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτόν;» [Ἰεζεκ. ιη΄, 23].