Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/11

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
ΔΙΗΓΗΣΙΣ ΑΚΡΙΒΗΣ
ΟΠΩΣ
ΕΒΑΠΤΙΣΘΗ
ΤΟ ΤΩΝ
ΡΩΣΣΩΝ[1] ΕΘΝΟΣ
ΕΚ ΠΑΤΜΙΑΚΟΥ ΧΕΙΡΟΓΡΑΦΟΥ




Τὴς θείας καὶ ὑπεραγάθου τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μακαρίας χρηστότητος πάντοτε καὶ πανταχοῦ τὰ πάντα εὐεργετούσης ἡμᾶς δι’ οἰκείαν ἀγαθότητα καὶ τὰ ἡμῶν ἅπαντα ἐκπληρούσης θελήματα, χρὴ καὶ ἡμᾶς κἂν μέγα κἂν μικρὸν ἐπιγινώσκωμεν ὄντως ἀγαθόν, μὴ σιγᾶν αὐτό, ἀλλὰ δημοσιεύειν καὶ ἀνακηρύττειν τρανότερα, ὅπως ἡ τοῦ Θεοῦ θεία χρηστότης καὶ ἀνείκαστος εὐσπλαγχνία ἐπιπλέον θαυμάζηται καὶ μεγαλύνηται· ἥτις οὐ θέλει τὸν

  1. Καὶ ἐν τοῖς ἐφεξῆς περισπᾶται τὸ ὄνομα ἐν τῷ χειρογράφῳ. Ῥωσσοὶ καλοῦνται καὶ παρὰ τῷ Γλυκᾷ Δ΄, σελ. 553 κ. 595. Bonn.