Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/329

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
139
AESOPI FABVLAE

Ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔβλαψαν.

316
Ποιμὴν καὶ πρόβατα.

Ποιμὴν εἰσελάσας τὰ πρόβατα εἴς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱματίον αὐτοῦ ἐπὶ ταύτην ἀνέβη καὶ τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. Ὁ δὲ ποιμὴν καταβάς, ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν· «Ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρεχόμενα, ἐμοῦ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε.»

Οὕτω τῶν ἀνθρώπων πολλοὶ δι’ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.

317
Ποιμὴν ⟨λύκον εἰς μάνδραν εἰσάγων⟩ καὶ κύων.

Μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων
μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι,
εἰ μὴ ⟨ὁ⟩ κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν·
«Πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι
τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;»

Ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.

318
Ποιμὴν παίζων.

Ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος· ἐπιβοώμενος