Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/299

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
124
AESOPI FABVLAE
281
Ὄνος ⟨χωλαίνειν προσποιούμενος⟩ καὶ λύκος.

Ὄνος ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· «Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γάρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαβόμην;»

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

282
Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί.

Ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαραδόκει τὸ μέλλον. Ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις ἐμπλακεισῶν, προσδραμὼν συλλαμβάνειν αὐτὰς ἐπειρᾶτο. Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· «Ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι.»

Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.