Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/245

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
97
AESOPI FABVLAE
218
Λύκοι καὶ πρόβατα καὶ κριός.

Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις εἰρήνην ποιῆσαι μετ’ αὐτῶν διηνεκῇ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι. Ἀλλά τις γέρων κριὸς εἶπεν· «Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι;»

Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ ὅρκων πεισθέντα.

219
Λύκος ⟨διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς⟩ καὶ λέων.

Λύκος πλανώμενος ⟨ποτ’⟩ ἐν ἐρήμοις τόποις,
κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος,
δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη·
«Λέοντ’ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν;
πλέθρου τ’ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς
πάντων δυνάστης ἀθρόων γενήσομαι;»
Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων
ἑλὼν κατήσθι’· ὁ δ’ ἐβόησε μετανοῶν·
«Οἴησις ἡμῖν πημάτων παραιτία.»

220
Λύκος καὶ αἴξ.

Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω