Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/239

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
94
AESOPI FABVLAE

αὐτοῦ περιγενέσθαι. Διόπερ πρόβατον τεθυκέναι φήσας ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· «Ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόβατον, ἀλλ’ εἰς ταῦρον ἡτοιμασμένην.»

Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.

212
Λέων ⟨λυσσῶν⟩ καὶ ἔλαφος.

Λέων ἐλύσσα. Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· «Οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις· τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός;»

Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας.

213
Λέων ⟨μῦν φοβηθεὶς⟩ καὶ ἀλώπηξ.

Λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. Ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὢν μῦν ηὐλαβήθη. Καὶ ὃς ἀπεκρίνατο· «Οὐ τὸν μῦν ἐφοβήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν.»

Ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.